no image
DDbDP-text
Letter form Artemidoros to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 955.
Each record below describes this same artifact or text from a different angle.
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ ἐγώ. ἔγραψά σοι καὶ πρότερον ὅπως τοὺς τρεῖς μετρητὰς τοῦ μέλιτος, οὓς ἠξίωσά σε ἀγοράσαι Ἀπολλωνίωι τῶι ἄνω ὄντι ἐν Πτολεμαίδι τῶι ἡμετέρωι γνωρίμωι, συντάξηις παραδοῦναι Πτολεμαίωι τῶι παρʼ ἡμῶν, ἵνα συναντήσας Ἡρακλεοδώρωι ἐπιθῆι. ἀναπλεῖ οὖν Ἡρακλεόδωρος ἤδη. καλῶς οὖν ποιήσεις, εἰ μήπω παρείληφεν ὁ Πτολεμαῖος, ἐπιμελὲς ποιησάμενος ἵνα μὴ ὑστερήσηι τοῦ Ἡρακλεοδώρου τὸ μέλι. ἔρρωσο. ἔτους λϛ, Λωίου ιϛ. εἰς Φιλαδέλφειαν. ἔτους λϛ, Θῶυθ . Ἀρτεμίδωρος μέλιτος μετρητῶν γ. μέλι. Ζήνωνι. χοίρους β ὄρνιθας ἀγρίας ι λαγῶς γ κρέα συάγρεια λ ὀπώρανSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.