no image
DDbDP-text
Letter from Aristandros to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 958.
Each record below describes this same artifact or text from a different angle.
Ἀρίστανδρος Ζήνωνι χαίρειν. ἔδει μέν σε, καθότι συνεβάλου ἡμῖν, Ἡρακλείδην τὸν σιτολόγον ἀπεσταλκέναι. οὐ μὴν ἀλλʼ ἔτι γε καὶ νῦν αὐτὸ ἐπιμελῶς ποίησον· ὁ γὰρ Ἀγήνωρ ἡμῖν πράγματα παρέχει. γίνωσκε δὲ καὶ περὶ τῶν σησαμικῶν ἡμᾶς ἐμβεβληκότας ὅτι τὰ ἐξ ἄλλων ἀνενεχθέντα σύμβολα ὑπὸ σοῦ τὰ πλεῖστά ἐστιν τῶν τιμὰς σίτου ὠφειληκότων. γέγραφα οὖν σοι ὅπως εἰδῆις. τὸν δὲ Ἡρακλείδην νύκτα ἡμέραν ποιούμενος ἀπόστειλον, ἵνα μὴ ἐπιτιμηθῶμεν. ἔρρωσο. ἔτους λϛ, Θῶυθ ιε. εἰς Φιλα δέλφειαν. Ἀρίστανδρος περὶ Ἡρα κλείδου σιτολόγου. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.