no image
DDbDP-text
Letter from Philinos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1006.
Each record below describes this same artifact or text from a different angle.
Φιλῖνος Ζήνωνι χαίρειν. καλῶς ποιεῖςποεῖς εἰ ἔρρωσαι· ὑγίαι νον δὲ καὶ ἐγώ. καλῶς ἂν ποιήσαις ἀπο στείλας ἐν τάχει τὸν πυρὸν καὶ τὴν κριθὴν μετὰ Μόσχου καὶ Σωσιθέου· ὡσαύτως δὲ καὶ σιτομέτρην συναπόστειλον, ὃς ἀ ποκαταστήσει πρὸς ἡμᾶς. γίνωσκε δὲ τὰς τιμὰς ἐπευωνιζούσαςἐπεωνιζούσας ἑκάστης ἡμέρας, ὅτε μὲν ἡμιωβέλιον , ὅτε δὲ ὀβολοῦ τέταρτον . καὶ τοῦτο ποιήσας ἐν τάχει χαριεῖ μοι. ἔρρωσο. ἔτους ε, Φαῶφι ε. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.