Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.zen.3.59368

Letter from Sostratos to Zenon and Xenophon via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 1011. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Σώστρατος Ζήνωνι Ξενοφῶντι χαίρειν. ἧς ἔγραψεν Σωσίβιος ἐπισ τολῆς Ζηνοδώρωι περὶ τῶν σμηνῶν τὸ ἀντίγραφον ὑπογέγραφα ε τὸ παρʼ ἡμῶν ὑπόμνημα μὴ ἔτι καὶ νῦν ὁ Ἀμμώνιος ἐξευδοκῆι ὑμᾶς καὶ π καὶ τῶν σμηνῶν, τούς τε μελισσουργοὺς καὶ Ῥόδωνα πέμπετε πρὸς ἡμᾶς καὶ ἔχοντας πάντα τὰ δικαιώμαθʼ ὅπως, καθότι ἠξιώκαμεν, ἐνθάδʼἐνθήδʼ ἡμῖν κριθῶσιν. γεγράφαμεν δὲ καὶ καὶ Ζηνοδώρωι περί τε τούτων καὶ τῆς Πάτιτος οἰκίας. ἔρρωσθε. ἔτους ζ, Παῦνι η. Σωσίβιος Ζηνοδώρωι χαίρειν. ἀπέσταλκά σοι τὸ ἀντίγραφον τοῦ δοθέν τος ἡμῖν παρὰ Κλέωνος τοῦ Ἰάσονος καὶ Σωστράτου τοῦ ἀδελφοῦ περὶ ὧν φασιν ἀδικεῖσθαι ὑπʼ Ἀμμωνίου τοῦ οἰκονόμου. σπούδασον οὖν ὅπως τὰ δίκαια αὐτοῖς γένηται καθότικαθαπερ ἀξιοῦσιναξιουσιν. ὑπόμνημα Σωσιβίωι παρὰ Κλέωνος καὶ Σωστράτου. ὕπηρχεν ἡμῖν ἔτι ἐπὶ τοῦ πατρὸς τοῦ βασιλέως σμήνη Α, ἃ ἐμεμίσθωτο κατὰ συγγρα φὴν τὴν γεγενημένην ἐν τοῖς Σιμαρίστου Ὧρος καὶ υἱοί, ὧν τινα μὲν ἐν τῶι Ἡρακλεοπολίτηι ἦν, ἃ τοὺς φόρους εὐτάκτηκεν ἕως τοῦ ϛ ἔτους τινὰ δὲ ἐν τῶι Μεμφίτηι, ἃ εἶχεν Παμῆς καὶ Ἀμεννεύς, οὓς νῦν ἀκούομεν μετα γηγοχέναι εἰς τὸν Ἡρακλεοπολίτην ἄνευ ἡμῶν, Ἀμμώνιος δʼ ὁ οἰκονόμος ἀπαγήοχεν αὐτοὺς καὶ τὰ σμήνη καταφθείρει ἐγκόπτων αὐτοῖς. διὰ τό, ἀφαιρουμένου τῶν μελισσουργῶν αὐτοῦ βίαι σμήνη ρ, Σώστρατος παρεπιδημῶν, ὅτε ἐπὶ τὸν ὀπισμὸν ἀνέπλευσεν, ἐντυχὼν Διονυσίωι τῶι παρὰ Ζηνοδώρου ἐνεφάνισεν, καὶ ἐκεῖνοςκἀκεῖνος φοβη θεὶς ἀφῆκε τοὺς μελισσουργούς. ὁ δʼ αὐτὸς οὗτος καθʼ ὃν χρόνον μετὰ τοῦ βασιλέως ἐξεδημοῦμεν, ὑπαρχόντων ἡμῖν ἐν Βουσείρει τοῦ Ἡρακλε οπολίτου χόρτου μυριάδων ιε , ἀπήγαγεν τὸν χορτοφύλακα Ῥόδωνα εἰς τὸ δεσμωτήριον, ἔδησε πέδαις καὶ εἶχεν ἐν φυλακῆι μῆνας η, ἐν δὲ τού τωι διεφώνησαν ὑπὸ τῶν λαῶν μυριάδες ιβ · περὶ ὧν καὶ ἀνάκρισις ὑπάρχει καὶ ἀεί ποτʼ ἔφη πράξας ἀποδώσειν τὴν τιμήν. συνέβη δὲ καὶ ναῦλον ἡμῖν προσάγεσθαι τοῦ Κρίτωνος πλοίου, ὃ ἐμισθώθη ἵνα εἰς Ἀλεξάν δρειαν καταχθῆι χόρτος δραχμῶν Ασ· παραγενομένου γὰρ τοῦ πλοίου ἐπὶ τὸν ὅρμον καὶ τῶν παρʼ αὐτοῦ κωλυσάντων κενὸν ἀπῆλθεν. ἀξιοῦμεν οὖν σε, ἐπειδὴἐπειδὲ οὐθʼ ἡμῖν ἐκποιεῖἐκποεῖ ἀποδημεῖν οὔτʼ ἐκείνωι ἐνθάδε παραγενέσθαι, γράψαι αὐτῶι ἀποστεῖλαι τοὺς μελισσουργοὺς καὶ τὸν κριθησόμενον ὑπὲρ αὐτοῦ, ὅπως μὴ ἐκεῖ καταστασιασθῶμεν ὑπʼ αὐτοῦ· καὶ ἐκ τῶν καθʼ ἡμᾶς αἰσθήσει πῶς τοὺς λοιποὺς τοὺς ἐκ τοῦ νομοῦ διατίθησιν.

Connections

Found at Memphis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.