no image
DDbDP-text
Letter to Zenon from Paesis via HGV-meta
Linked by Trismegistos ID
TM 1119.
Each record below describes this same artifact or text from a different angle.
Ζήνωνι χαίρειν Πα ῆσις. ἵνα μὴ συμβαί νηι τοὺς χωνεύον τας κεραμέαςκεραμεις ἔν τισιν τῶν κεραμίων δια μαρτάνειν καὶ πά λιν ἐπιχωνεύοντας ἐξανηλίσκειν τημ πλείω πίσσαν μάτην, εἴ σοι δοκεῖ, προ εστήξομαι τῆς χωνεύ σεως μετὰ Λυσιμάχου καὶ Νεφορείτου καὶ Ἑρι έως· τούτου γὰρ γενο μένου κεράμιά τε πλείω καὶ ὀρθῶς χωνευθήσεται καὶ ἡ πίσσα διατηρηθή σεται. γίνωσκε δὲ καὶ παρὰ τοῖς κεραμεῦσιν διαβολὴν ἔχοντά με· φασὶ γὰρ πρὸς σὲ γράφεινγράφειμ με ἀεί τι καθʼ αὑτῶν ἀλυσιτε λές. οὐ φροντίζω οὖν αὐ τῶν· σοὶ γὰρ ἀεὶ τὸ χρήσι μον προσαγγέλλων οὐκ ἂν παυσαίμην. καὶ γὰρ ἐμοῦ δεδωκότος Ἀνόσιτι πώ ματα κεραμίων Β οἱ λοιποὶ κεραμεῖς οὐ δε δώκασιν, ἀλλὰ καὶ ἐπʼ ἐμοὶ σκυθρωπάζουσιν. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.