no image
DDbDP-text
Letter from Demeas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1221.
Each record below describes this same artifact or text from a different angle.
Δημέας Ζήνωνι χαίρειν. γίνωσκε Χάρμον τὴν οἰκίαν καὶ πωλοῦντα καὶ ὑποτι θεντα· φησὶν γάρ σε ἐπικεχωρηκέναι· καὶ τὸν Νόθιππον ἐκβάλλει ἐκ τῆς οἰκίας. καλῶς οὖν ποιήσεις γράψας ἡμῖν περὶ τούτων πῶς ἔχει. καὶ τὰ βυβλία, εἰ ἤδη μεταγέγραψαι, ἀπόστειλον, ὅπως ἂν ἔχωμεν διατριβήν· οὐδὲ γὰρ ὧι λαλήσωμεν ἔχομεν. εὐτύχει. Χάρμος ὑποτίθεται τὴν οἰκίαν καὶ πωλεῖ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.