no image
DDbDP-text
Part of letter via HGV-meta
Linked by Trismegistos ID
TM 1266.
Each record below describes this same artifact or text from a different angle.
λ μὴ ἔχειν τόπον ἐὰν τέκηι ἵππος. συντεθείκαμεν οὖν Ἰάσονι ὥστε προσοικοδομῆσαι, εἶτεν οὕτως μετάξομεν τοὺς πώλους τελέσει τῆι ιζ, εἶτεν με τάξομεν. τὴν μήκωνα καὶ τὸν πυρὸν βοτανιοῦμεν. συλλογιζόμενοι δὲ εὑρίσκομεν εἰς τρεῖς καὶ δέκα ἀρούρας μήκωνος μόνον, τὸ δὲ λοιπὸν ἁλμυρίδα ἐπὶ δα κτύλους τρεῖς τὸ πάχος, φασὶν δὲ ἀναβήσεσθαι κρότωνα. γεγρά φαμεν οὖν δὲ Ἀσκληπιάδει τῶι ἐν Τάνει εἰ ὁ ὑπάρχων κρότων ἐπιτήδειός ἐστι εἰς φυτείαν. οἱ περὶ Κύπριον ὁμαλίζουσι, ὡς δʼ ἂν παύσωνται, συλλήψονται. τὸν σίδηρον Δημέ ας κεκόμισται· Κλειτόριος ἀπαιτεῖ. τὸν οἶνον οὐκ ἔφη ἐπιτήδειον εἶναι Πύρρος· οὐκ εἰλήφασι οὖν. ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.