no image
DDbDP-text
Account concerning hay - land via HGV-meta
Linked by Trismegistos ID
TM 1350.
Each record below describes this same artifact or text from a different angle.
λοιπαὶ αἳ χορτοσπαρήσονται Ατνε 𐅵 δ ὧν εἰς τὸ βασιλικὸν κατὰ τὴν μίσθωσιν ἄρουραι Α, ἐξ ὧν παραδώσουσιν ἐκ τῆς ἀρούρας δέσμας διμναίους Ασ, ὥστʼ εἶναι μυριάδας ρκ , ἃς παραδώσουσιν τιμῆς τὴντας μυριάδα α δραχμῶν ξϛ τετρωβόλου γίνονται δραχμαὶ Η. τῶν δὲ λοιπῶν τνε 𐅵 δ ἀρουρῶν, ἐὰν μὲν τοῖς γεωργοῖς προχωρῆι πωλεῖν τὴν ἄρουραν πλέονος ἢ δραχμῶν η, ἔξεσται αὐτοῖς, τὴν δὲ τιμὴν θήσονται ἐπὶ τὴν τράπεζαν κοινῆι μετὰ τοῦ οἰκονόμου ἕως ἂν σιτωνήσωσιν κριθὴν καὶ εἰς τὸ ἐκφόριον μετρήσωσιν· ἐὰν δὲ βούλωνται παραδοῦναι τῶι βασιλεῖ, παραλήμψεται τὴν ἄρουραν ποιοῦσαν δέσμας διμναί ους Ασ, ὥστʼ εἶναι μυριάδας μβ Ϛϡ , τιμῆς τὴντας μυριάδας α δραχμῶν νη διωβόλου γίνονται δραχμαὶ Βυϙ ὀβολὸς α 𐅵 γίνεται ἡ τοῦ χόρτου τιμὴ δραχμαὶ μυριὰς α υϙ ὀβολοῦ α 𐅵. εἰς κριθὴν λογιοῦνται εἰς ἀρτάβας κε τῶν κ δραχμῶν γίνονται κριθῆς μυριὰς α Γριβ 𐅵 δ, αἳ πυροῦ Ζωξζ 𐅵 δ. εἰς τὸ αὐτὸταυτὸ σὺν τῶι ἐκ τῆς σιτο φόρου εἰς πυρὸν μυριάδες β Ετξβ . καὶ ὃ κουφίζομεν νῦν παρὰ τὴν τοῦ χόρτου τιμὴν τῶν μυριάδων ρκ , ὡς ἧι Διονυσίωι παρεδέχου, παρὰ τὴντας μυριάδην α δέσμας δραχμὰς λγ διώβολον γίνονται δραχμαὶ Δ ὡσαύτως δὲ καὶ ἐὰν παραδι δῶσιν εἰς τὸ βασιλικὸν τὸν ἐκ τῶν τνε 𐅵 δ ἀρουρῶν, ὃ γίνεται μυρίαδες μβ Ϛϡ , τῶν διαγεγραμμένων τιμῶν, ἔσται διάφορον παρὰ τὴντας μυριάδην α δραχμαὶ μα τετρώβολον γίνονται δραχμαὶ Αψνη διώβολον. τὸ πᾶν δραχμαὶ Εψνη διώβολον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.