no image
DDbDP-text
Letter from Promethion to Zenon via HGV-meta
Letter from Promethion to Zenon about the price of wax and honey. A business letter from Promethion, a banker or agent at Mendes, to Zenon, the estate manager at Philadelphia, about the price of wax, confirming a payment of 500 drachmas toward it and ordering 5 metretai of honey. It dates to 10 June 253 BC. machine translation
Linked by Trismegistos ID
TM 1447.
Each record below describes this same artifact or text from a different angle.
[r]
Προμηθίων Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τοῦ κηροῦ ὅτι
καθίσταται τὸ τάλαντον α σὺν τῶι τέλει τῶι κατὰ Μέμφιν δραχμὰς μδ, σὺ δὲ ὅτι
πυνθάνοιο εἶναι παρʼ ἡμῖν δραχμὰς μ. μὴ οὖν πρόσεχε τοῖς ληροῦσιν, πωλεῖται
γὰρ ἐνταῦθα δραχμὰς μη. καλῶς οὖν ποιήσεις ἀποστείλας ἡμῖν
ὅσον πλεῖστον δύνηι. δέδωκα δὲ καθάπερ μοι ἔγραψας Αἰγύπτωι τῶι
παρʼ ὑμῶν εἰς τὴν τιμὴν τοῦ κηροῦ ἀργυρίου δραχμὰς φ, καὶ τὸ λοιπὸν δὲ ὃ ἂν ἦι
ὧι ἂν ἐπιστείληις διορθώσομαι παραχρῆμα. καὶ μέλιτος δέ μοι ληφθήτωσαν
μετρηταὶ ε. ἐπαινῶ δέ σου τὴν εὔνοιαν καὶ τὴν προθυμίαν ἣν ἀεὶ εἰς ἡμᾶς ἔχεις.
καὶ σὺ δʼ ἐάν του χρείαν ἔχηις τῶν καθʼ ἡμᾶς, μὴ ὄκνει γράφειν.
ἔρρωσο. ἔτους λγ, Φαρμοῦθι ιθ.
[v]
Ζήνωνι.
τὸ θέατρον οἰκοδομῆσαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.