no image
DDbDP-text
extract from ordinance [198-197 BC] via APIS-papyrus
Linked by Trismegistos ID
TM 43338.
Each record below describes this same artifact or text from a different angle.
ἐκ τοῦ διαγράμματος τοῦ τῶν ἀνδραπόδων ὁ πραγματευόμενος τὴν ὠνὴν τῶν ἀνδραπόδων καὶ ὁ ἀντιγραφεὺς πράξονται τῶν σωμάτων ὧν ἂν αἱ ὠναὶ ἐπὶ τῶν ἀγορανόμων καταγράφωνται τῆς τιμῆς ἧς ἂν καταγράφωνται πρὸς ἀργύριον παρὰ τοῦ ἀποδομένου σὺν τῆι ἑκατοστῆι πρό τερον λογευομένηι εἰς τὴν Δικαιάρχου δωρεὰν τῆς μνᾶς δραχμὰς θ ὀβολοὺς β 𐅵 καὶ παρὰ τοῦ ἀγοράσαντος δραχμὰς η ὀβολοὺς β 𐅵 ὥστε γίνεσθαι τῆς μνᾶς δραχμὰς ιζ πεντώβολον καὶ τῆι πόλει προ πωλητικὸν παρὰ τοῦ ἀποδομένου τοῦ σώματος δραχμὰς δ ὀβολὸν. ἐὰν δέ τις ἀγοράσηι ἐφʼ ὧι τὰ τέλη πάντα καταβαλεῖ πράξονται τῆι μνᾶι δραχμὰς κ ὀβολὸν καὶ τῆι πόλει τοῦ σώματος δραχμὰς δ ὀβολὸν. ἐὰν δέ τις ἐξ ὑπερβολῆς ἢ ἀνθυπερβολῆς κατάσχηι προσκαταβαλεῖ τῆι πόλει ἄλλο προπρατικόν τῶν δὲ πωλουμένων διὰ ξενικῶν πράκτορος πραχθήσονταιπραξονται οἱ ἀγοράσαντες τῆς μνᾶς δραχμὰς ιθ καὶ κηρύκειον ἑκατοστὴν δραχμὴν α καὶ εἰς τὴν δωρεὰν γραφεῖονγραφῖον τοῦ σώματος δραχμὴν α. τῶν δὲ πρὸς βασιλικὰ πωλουμένων πραχθήσονται οἱ ἀγοράσαντες τῆς μνᾶς δραχμὰς ιϛ ὀβολοὺς 5 καὶ κηρύκειον ἑ κατοστὴν δραχμὴν α καὶ γραφεῖονγραφῖον εἰς τὴν Δικαιάρχου δωρεὰν τοῦ σώματος δραχμὴν α. τῶν δὲ ὑποχρέων σωμάτων ὅσα ἂν ἐλεύθερα ὄντα ἑαυ τα τὸ χρέος πράξονται τὸν δανείζον τα τῆς μνᾶς δραχμὰς ε ὀβολὸν καὶ τὸν δανειζόμενον δραχμὰς ε ὀβολὸν ὥστʼ εἶναι τῆι μνᾶι δραχμὰς ι ὀβολοὺς 2 καὶ γραφεῖονγραφῖον τοῦ σώματος δραχμὴν α. αι πρὸς τὸ χρέος πράξονται τὸν τῆς μνᾶς δραχμὰς πεντώβολον καὶ ἑκατοστὴν δραχμὴν α καὶ γραφεῖον τοῦ σώματος δραχμὴν μίαν ὁ δʼ ἀναπ ἧι ἂν ἡμέραι ἀπο γράψηται αὐθήμερον ιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.