no image
DDbDP-text
Receipt of transport-charges by donkey-drivers of Oros Kerkesoucha. Receipt from four donkey-drivers of Oros Kerkesoucha to the public bank of Sabinus and associates for 91 drachmas 4 obols paid for transporting wheat from the granaries of the Polemon division to the harbours. Dated 26 February 155 AD at Ptolemais Euergetis in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10465.
Each record below describes this same artifact or text from a different angle.
[8]
Σαβείνῳ γεγυμνασιαρχηκότι καὶ μετόχοις δημοσίοις τραπεζίταις.
οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι κώμης Ὄρους
Κερκεσούχων Ἡρακλείδου μερίδος ἀπέχομεν παρʼ ὑμῶν
τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως
Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν
καὶ Πτολεμαίου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος ὑπὲρ φορέτρων
πυροῦ ἀπεργασίας ἧς ἐποιήσαμεν ἀπὸ θησαυρῶν
Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους γενήματος ιζ ἔτους πυροῦ ἀρταβῶν ια γ η
τιμῆς τῆς ἀρτάβης ἑκάστης δραχμῶν η, τὰς συναγομένας
ἀργυρίου δραχμὰς ἐνενήκοντα μίαν τετρώβολον, γίνονται δραχμαὶ ϙα τετρώβολον.
ἐσμὲν δέ· Ἀμμώνιος Ἥρωνος πυροῦ ἀρτάβας δ δ.
Ἀμμώνιος Μύσθου πυροῦ ἀρτάβης γ.
Τιθοῆς Κύρου ἐτῶν μ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς πυροῦ ἀρτάβας δ ϛ
Ἑρμίας Ἑρμίου ἐτῶν μ οὐλὴ μέσῳ μετώπῳ πυροῦ ἀρτάβαι β 𐅷 κδ
εἰκονίσθη διὰ Μαρίωνος νομογράφου ὑπὲρ αὐτῶν φαμένων τῶν
εἰκονισθέντων μὴ εἰδέναι γράμματα. ἔτους ιη Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς Φαμενὼθ β. Ἀμμωνίας Ἥρωνος
ἀπέχω καθὼς πρόκειται. Ἀμμώνιος Μύσθου συναπέχω καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.