no image
DDbDP-text
Request to Zenon from Alexandros for his Intervention with Apollonios via HGV-meta
Letter from Alexandros to Zenon requesting intervention with Apollonios about an allowance. A letter from Alexandros to Zenon, the estate manager of the finance minister Apollonios, asking him to intervene with Apollonios over an allowance assigned by the late Menetos that had never been paid. Zenon's docket records its receipt at Memphis in 257 BC. machine translation
Linked by Trismegistos ID
TM 1730.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀλέξανδρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαί τε καὶ ἐν τοῖς λοιποῖς κατὰ νοῦν
ἀπαλλάσσεις, εἴη ἂν ὡς ἡμεῖς βουλόμεθα. ἐρρώμεθα δὲ καὶ αὐτοί. παραγινομένου
πρὸς ὑμᾶς Μυὸς ἔδοξεν ἡμῖν βέλτιον εἶναι αὐτῶι τε τῶι Μυὶ ὑπόμνημα ἀποστεῖλαι ἐν ὧι
μνησθῆι Ἀπολλωνίωι περὶ τῆς συντάξεως ἧς ἔταξεν ἡμῖν Μένετος. ὑπὸ τούτου δʼ οὐδὲ τὴν
ὀφειλομένην κεκομίσμεθα οὔτε ἀφʼ οὗ χρόνου ἐκεῖνος τετελεύτηκεν οὐδεὶς ἡμῖν
ἀποδίδωσιν. καλῶς δʼ ἔχειν ὑπέλαβον καί σοι γράψαι ὅπως ἐάν τινά σου χρείαν τὰ πράγματα ἔχηι συναντιλάβηι φιλοτίμως καὶ ἡμῶν ἕνεκεν καὶ Μενέτου. οἶδα γὰρ ὅτι σοῦ
βουληθέντος πάντα ἡμῖν τὰ φιλάνθρωπα ἔσται παρʼ Ἀπολλωνίου, καὶ ἡμεῖς δυνησόμεθα
διὰ σὲ σεσῷσθαι καὶ ἀνεστάναι. περὶ ὧν σπουδάσομεν καὶ αὐτοὶ καθʼ ὅσον ἡμῖν καὶ δυνατὸν
τὰς χάριτας ἀποδιδόναι σοι.
εὐτύχει.
[v]
Ἀλέξανδρος περὶ τῆς γινομένης
αὐτῶι συντάξεως. ἔτους κη Δύστρου κδ.
ἐν Μέμφει.
ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.