no image
DDbDP-text
Declaration of Property via HGV-meta
Linked by Trismegistos ID
TM 20894.
Each record below describes this same artifact or text from a different angle.
βιβλιοφύλαξι ἐγκτήσεων Πανοπολίτου παρὰ Αὐρηλίας Σενπάσειτος Πάσειτος μητρὸς Τανσνῶτος ἱερείαςἱερείης ἀπὸ Πανὸς πόλεως. ἀπογράφομαι παρʼ ὑμῖν σήμερον δίκαιον ὠνῆς μέρους δεκάτου τριακοστοῦ οἰκίας σὺν τῷ ἀνήκοντι ταύ τηι χρηστηρίωι ἐπὶ τοῦ β ἀμφόδου Πανὸς πόλεως πρότερον Ἁρσύτου καὶ ὁμοίως ἀρούρης μιᾶς ἐν πεδίῳ Μαρίωνος ἐκἐγ λιβὸς θυγατέ ρων Διοσκόρου Καλυκᾶ τεθειμένης μοι κατʼ ἔγγραφον δισσὴν ἀσφάλειαν τῷ ζ ἔτει Πρόβου μηνὸς Παῦνι παρὰ Αὐρηλίας Ἀρτεμιδώρας Βησαρίωνος νεωτέρου μητρὸς Εὐδαιμονίδος διʼ Αὐρηλίου Εὐδαίμονος τοῦ καὶ Φιλοπάτορος ἀνδρὸς αὐτῆς ἀπὸ τῆς αὐτῆς, δημοσιω θείσης ὑπʼ ἐμοῦ τῶι ἐνεστῶτι ε ἔτει καὶ δ ἔτει μηνὶ Παῦνι διὰ τοῦ ἐν Ἀ λεξανδρείαι καταλογείουκαταλογίου ἐπὶ Κλαυδίου Φιλώτα τοῦ καὶἹέρακος ἱερέως καὶ ἀρχιδικαστοῦ, καὶ ἀξιῶ, ἀναδοῦσα ὑμῖν ἐν ἐκτάκτῳ τὴν δημοσίωσιν, τὴν δέουσαν παράθεσιν τῶι ὀνόματί μου γενέ σθαι ὡς καθήκει, καὶ ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν τύχην ἀληθῆ εἶναι τὰ προκείμενα. ἔτους ε καὶ δ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Μεσορὴ ἐπαγομένων δ Αὐρηλία Σενπᾶσις Πάσιτος ἡ προκειμένη ἀπογράφομαι ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος Πετεαρβεσχῖνις Ὡρῶτος ἱερεὺς ἀνὴρ αὐτῆς. Αὐρήλιος Ἱέραξ ὁ καὶ Μῶρος γυμνασιαρχήσας βιβλιοφύλαξ ἔσχον τούτου τὸ ἴσον εἰς καταχωρισμὸν κινδύνωι τῆς ἀπογραψαμένης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.