Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.david.14

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Δῖος Εὐτυχίδηι τῶι τιμιωτάτωιτιμιοτάτωι χαίρειν. ἐπίστασαι ὅτι οὐ διὰ λόγων αἱ φι λίαι δείκνυνται ἀλλὰ διʼ ἔργων καὶ μάλιστα ἡ πρὸς ἀλλήλους φι λία φανερά ἐστιν ἀμφοῖν καὶ πλείστοις ἀνθρώποις ἡ διʼ ἔργων. καὶ αὕτη γε ἀξιόλογός ἐστι καὶ θεοφιλὴς καὶ ἅπασιν ἀνθρώποις ἐπαινετή, ὅτι δὴ τοὺς συνήθεις αὕτη ἀποκατέστησεν ὥστε φι λεῖσθαι ὑπʼ ἀλλήλων· οὐδὲν γὰρ μεῖζόν ἐστιν οὐδὲ ἐράσμιον οὐδὲ ἡμερώτατον οὐδὲ ἀπο λαυστότερόν ἐστιν ἢ ἡ τοιαύτητοι αύτη φιλία ἐν τῶι ἀνθρωπίνωι βίωι. ἐγὼ μὲν δὴ διὰ βραχέων λόγων ἐρῶ σοι τὰ μέχρι νῦν. γινώσκειν δέ σε βούλομαι ὅτι οὔποτε ὤκνησα πρός σε γρά φειν κις τῆς ἡμέρας ὡς οἷόν τʼ ἐστιν ἐπιστέλλειν. ἐγενόμην γὰρ ἐν θορύβοις πολ λοῖς οὓς οὐκ ἄν σοι τολμήσαιμι ἀδεῶς λέγειν ἵνα μὴ ἀτόπως διηγήσωμαι. οἶμαι δέ σε ἀκη κοέναι· εἰς γὰρ πλείστους ἐξίτη λα ταῦτα ἦλθε. καὶ ἐὰνκὰν ὁ θεὸς ἐθέλῃ, νίκην διὰ σὲ δώσει μοι, ἀποσκιδνά σας τὴν περὶ ἐμὲ ταραχὴν σέ τε φυλάξας μοι καὶ ἀγαγὼν εἰς τὴν προσφιλεστάτην σουσοι πόλιν ἐρρῶσθαί σε εὔχομαι, φίλτατε ΦαμενὼθΦαμενὼθ ιϛ λογιωι ἀπὸ Δίου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.