no image
DDbDP-text
Loan of wine via APIS-papyrus
Linked by Trismegistos ID
TM 5045.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἑρμίας Ἑρμίου Πέρσης τῆς
ἐπιγονῆς Λέοντι Ὀρσενοῦφιος χαίρειν. ὁμολογῶ ἔχειν παρά σου τοὺς τρεῖς μετρητὰς
τοῦ οἴνου σὺν ἡμιολίᾳ οὓς
καὶ ἀποδώσω σοι ἐν μηνὶ Ἐπὶφ
τοῦ τρίτου ἔτους ἀπὸ τοῦ
ὑπάρχοντός μου γενήματος, οἶνον νέον ἀρεστὸν μέτρῳ ᾧ ἂν τὴν ἐξάντλησιν ποιῶμαι. ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ἃ γέγραπται,
ἀποτείσω σοι ἑκάστου κεραμίου
χαλκοῦ δραχμὰς
τρισχιλίας . ἡ δὲ χεὶρ ἥδε κυρία ἔστω πανταχῇ ἐπιφερομένη.
ἔτους γ Παχὼν θ
[v]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.