Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.diog.16

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὁμολογεῖ Διοσκοροῦς Ἱέρακος ἀστὴ ὡς ἐτῶν λ οὐλὴ ὀφρύϊ δεξιᾷ μετὰ κυρίου οὗ ἑκουσίως αἱροῦμαι διὰ Ἀμμωνίου τοῦ καὶ Σωτηρίχου ἱερέως ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν οὗ ἀντίγραφον ὑπόκειταιὑπόκιτε Σαραπίωνος Ἡρᾶ τοῦ Ἁρποκρατίωνος Νεοκοσμίου τοῦ καὶ Ἀλθαιέως ὡς ἐτῶν λθ οὐλὴ μήλῳ ἀριστερῷ Μάρκῳ Λουκρητίῳ ΔιογένειΔιογένι καὶ ὡς χρηματίζει ὡς ἐτῶν εἴκοσι τριῶν οὐλὴ ὀφρύϊ ἀριστερᾷ ἀπέχεινἀπέχιν παρʼ αὐτοῦ τὴν ὁμολογοῦσαν Διοσκοροῦν διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑξακοσίας πεντήκοντα τέσσαραςτέσσαρες οὔσας ἴσας ὧν ἐδανείσατοἐδανίσατο παρʼ αὐτῆς κατὰ δημόσιον χρημα τισμὸν τελειωθέντατηλιοθέντα διὰ τοῦ αὐτοῦ γραφείου τῷ διεληλυθότι ἔτειἔτιΦαῶφι ἐπὶ τῷ ἀντὶ τῶν τούτων τόκων δραχμιαίωνδραχμειαίων καὶ τροφῶν καὶ ἱματισμοῦ ἔχεινἔχιν αὐτὴν πρὸς ὑπηρεσίαν δούλην αὐτοῦ Πασιστίλλαν τὴν καὶ Κουνεῖνιν καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι τὴν Διοσκοροῦν μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὸν Λουκρήτιον Διογένην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ ὧν ἀπεῖχεν τοῦ κεφαλαίου ἀργυρίου δραχμῶν ἑξακοσίων πεντήκοντα τεσσάρων μηδὲ τῆς δηλουμένηςδηλουμενην ὑπηρεσίαςὑπηρεσιαν ἀλλὰ μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ἔστι δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον· Ἀμμώνιος ὁ καὶ Σωτήριχος ἱερεὺς ἐξηγητὴς καὶ ἀρχιπρύτανις βουλευτὴς τοῖς τὰ ἀρχεῖαἀρχῖα πρα γματευομένοις χαίρεινχαίριν. βιβλιδίων δοθέντων μοι ἐξ ὀνόματος Διοσκοροῦτος Ἱέρακος ἀστῆς ἀστῆς τὸ ἴσον ἐπιστέλλεταιἐπιστέλλετε ὑμῖν διὰ Ἁρπάλου ὑπηρέτου τῆς ἀρχῆς ἵνʼ εἰἰ μηδὲν ἁπλῶς ἐναντιοῦται συνχρηματίσητε αὐτῇ ἐπὶ τῇ ὑποκειμένῃ οἰκονομίᾳ, κυρίου αὐτῆς ἐπιγραφομένου ὡς ἠξίωσεν Σαραπίωνος Ἡρᾶ τοῦ Σαραπίωνος. ἐπιμέλου τούτου ὡς καθήκεικαθήκι. ἔρρωσο. ἔτους ιϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Ἁθὺρ λ. Ἀμμωνίῳ τῷ καὶ Σωτηρίχῳ ἱερεῖἱερῖ ἐξηγητῇ παρὰ Διοσκοροῦτος Ἱέρακος ἀστῆς μετὰ κυρίου οὗ ἑκουσίως αἱροῦμαι διὰ σοῦ Σαραπίωνος Ἡρᾶ τοῦ Σαρα πίωνος Νεοκοσμίου τοῦ καὶ Ἀλθαιέως. ἀπολαμβάνουσα παρὰ Μάρκου Λουκρητίου Διογένους καὶ ὡς χρηματίζειχρηματίζι ἀργυρίου δραχμὰς ἑξακοσίας πεντήκοντα τέσσαρας ὀφειληθείσαςὀφιληθείσας μοι κατὰ δημόσιον χρηματισμὸν τελειωθέντατελιωθέντα διὰ τοῦ ἐνθάδε γραφείου τῷ διεληλυθότι ιε ἔτει ἐπὶ τῷ ἀντὶ τῶν τούτων τόκων ὑπηρετήσεινὑπηρετήσιν δούλην αὐτοῦ Πασιστίλλαν τὴν καὶ Κουνεῖνιν, καὶ ἀποχὴν ἐκδιδομένη, ἐνποδίζομαι μὴ ἔχουσα τὸν ἀπὸ τῶν νόμων ἐπιγραφησόμενόν μου κύριον τῷ ἄνανδρόν με εἶναι καὶ μὴ παρεῖναίπαρῖναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχεινἔχιν με ἀδελφὸν ἢ υἱόν· ὅθεν αἱρουμένη διὰ σοῦ τὸν προδεδηλωμένον Σαραπίωνα ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖαἀρχῖα πραγματευομένοις συν χρηματίζειν μοι ποιουμένῃ τὴν ἀποχὴν τῶν προκιμένων δραχμῶν μετὰ κυρίου τοῦ Σαραπίωνος ἀνεμποδίστωςἀνενποδίστως. ἀνέγνων. Ἅρπαλος πρυτανικὸς καὶ ἐξηγητικὸς ὑπηρέτης μετενήνοχα. χρόνος ὁ αὐτός.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.