no image
DDbDP-text
Dénonciation d’un vol via HGV-meta
Linked by Trismegistos ID
TM 3093.
Each record below describes this same artifact or text from a different angle.
Νικάνορι καὶ τοῖς συνφυλακίταις Κιρκᾶ
παρὰ Παήσιος τοῦ καὶ …[…]γης Κεφαλᾶτος τῶν ἐκ τῆς
Ἀκώριος Λίβυος τῶν Δημητρίου ἱππέων μισθοφόρων.
τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ιδ τοῦ Ἁθὺρ τοῦ θ ἔτους
ἐπιβαλόντες τινὲς λῃστικῷ τρόπωι εἰς τὸν ὑπάρχοντά μοι οἶκον
περὶ τὴν αὐτὴν ἐξέδυσαν τοὺς ἐνοικοῦντας καὶ
τὰ πρὸς τὴν γεωργικὴν κατασκευὴν καὶ τὰ ἄλλα τὰ ἐν τῶι
αὐτῶι τόπωι ᾤχοντο ἔχοντες, ὧν τὸ καθʼ ἓν ὑπόκειται.
ἐπεὶ οὖν ὑπολαμβάνω τὰ τῆς ἐπιθέσεως γεγονέναι
… Κωννῶτος Κυνοπολίτου, καταγεινομένου δʼ ἐν τῆι
Αἴθωνος, καὶ ἑτέρων σὺν αὐτῶι, οὓς τὰ ὀνόματα
ἀγνοῶι, ἐπιδίδωμι ὑμῖν τὴν προσαγγελίην
ὅπως οἱ αἴτιοι ἀναζητηθέντες ἐξαποσταλῶσι
ἐπὶ τὸν στρατηγόν, ἵνα ἐμοὶ μὲν τὰ διαπεφωνημένα
ἀποκατασταθείη, οἱ δὲ αἴτιοι τύχωσι τῶν ἐξακολουθούντων· τούτου δὲ γενομένου ἔσομαι αν
[…]…λλη…ε…[…] εὐτύχει.
ἔτους θ Ἁθὺρ ιϛ
ἔστιν δὲ τὸ καθʼ ἕν·
Σωτιόγχιος· χιτὼν καὶ ἱμάτιον καὶ σάκκος,
Πλῆνις ὁ ἀδελφός· χιτών, ἄροτρον α, ζυγὸν α,
Παπτῦτις· χιτὼν καὶ σάκκος
καὶ τῶν ἐπιξενωθέντων· ἱμάτιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.