no image
DDbDP-text
Prêt de blé via HGV-meta
Linked by Trismegistos ID
TM 3098.
Each record below describes this same artifact or text from a different angle.
[r,ext]
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων
Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου
Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας
θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης
Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας
Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης
Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου
ἑκκαιδεκάτῃ, Τῦβι ἑκκαιδεκάτῃ, ἐν Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου
τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀσκληπιάδου Πέρσης
τῶν Ἀπολλοφάνου καὶ Ἐξακῶντος κατοίκων ἱππέων Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας εἴκοσι ἓξ δίμοιρον , ἃς
ἐκτεταμίευται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων ἡμιολίων, ἀρτάβαις δέκα
τρισὶ τρίτωι · τὰς δὲ πάσας πυροῦ ἀρτάβας τεσσαράκοντα ἀποδότω
ὁ δεδανεισμένος Διονυσίωι ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου
ἔτους, πυρὸν νέον καθαρὸν καὶ ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν,
καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον,
ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας· ἐὰν δὲ μὴ ἀποδῷ
καθʼ ἃ γέγραπται, ἀποτεισάτω ὁ δεδανεισμένος Διονυσίωι τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ εἰς τὸ βασιλικὸν ἱερὰς ἀργυρίου
τοῦ Πτολεμαϊκοῦ νομίσματος δραχμὰς μηθὲν ἧσσον·
ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν
πάντων ἔκ τε αὐτοῦ Διονυσίου τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω.
μάρτυρες· Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀρίμμας Διονυσίου Χαριστήριος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Διονύσιος Πτολεμαίου Μακεδὼν
ὑπηρέτης τάγματος, Εὐμένης Πολυκράτου Πέρσης, Ἀπολλώνιος
Πολυκράτου Πέρσης. συγγραφοφύλαξ· Πτολεμαῖος.
Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὰς
τοῦ πυροῦ ἀρτάβας τεσσαράκοντα καθʼ ὅτι πρόκειται
καὶ ποιήσω κατὰ τὰ ἄλλα τὰ γεγραμμένα καὶ δέδωκα κυρίαν
Πτολεμαίωι.
Πτολεμαῖος ἔχω κυρίαν.
[r,int]
ἔτους η Τῦβι ιϛ …
[… 1 line lost …]
ἐπίτιμον Γ· συγγραφοφύλαξ· Πτολεμαῖος.
[v]
Διονυσίου Πτολεμαίου Ἀγήνορος Ἀρίμματος
Διονυσίου Εὐμένους Διονοσίου ἈπολλωνίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.