no image
DDbDP-text
Lease of a Linen - weaving Workshop in Panopolis via HGV-meta
Linked by Trismegistos ID
TM 21611.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Παλοῦτι λινούφῳ ἀπὸ Πανὸς πόλεως παρʼ Αὐρηλίου Πασνῶτος Ἀλώπηκος ἀπὸ τῆς αὐτῆς πόλεως. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τῆς ἐνεστώσης ὑπατείας πρὸς ὃν βουληθῇς χόνον μέρος ἥμισυἡμισυν ἐργαστηρίου λινουφικοῦ ὄντος ἐν τῇ Παρεμβολῇ τῶν ΧριστιανῶνΧρηστιανῶν, σὺν πήγμασιπύγμασι δυσὶ καὶ ἐξαρτίαις αὐτῶν, καὶ τελέσω σοι ὑπὲρ μὲν ἐνοικίου τοῦ μέρους ἡμίσους ἀργυρίου τάλαντα δια κόσια , ὑπὲρ δὲ ἐνοικίου τῶν πηγμάτωνπυγμάτων δύο ὑφαίνων λίνα δέκα , σοῦ παρέχοντος τὰ λίνα. μεθʼ ὃν χρόνον ἐναφήσω σοι ὡς παρείληφα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας ἈρβιτίωνοςἈρβητίωνος καὶ Λολλιανοῦ Θὼθ ε. Παλοῦς ὁ προκείμενος ἐμίσθωσα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ἀξιωθεὶς Αὐρήλιος Θεόδωρος ἀπὸ Πανὸς πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.