Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dubl.32

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείᾳὑπατίᾳ Φλαουίων ΠαύλουΠαυλουυ καὶ Μοσχιανοῦ τῶν λαμπροτάτων, Θὼθ δεκάτῃ ἕκτης ἰνδικτίονος ἐν Ἀρσινόῃ ἐπαρχίας Ἀρκαδίας. ὁμολογεῖ Εὐλόγιος μονάζων ποτὲ μὲν Μελιτιανός, νῦν δὲ ὀρθόδοξος, υἱὸς Ἰωσήφ, πρώην μὲν οἰκῶν ἐν τῷ ὄρει τῷ καλουμένῳ Λάβλα τῆς Ἀρσινοειτικῆς ἐνορίας, τὸ νῦν δὲ τὴν οἴκησιν ποιούμενος ἐν τῷ μοναστηρίῳ καλουμένῳ Μικροῦ Ψυῶν προαστίων τῆς αὐτῆς Ἀρσινοειτῶν πόλεως, ἑκουσίᾳ καὶ αὐθαιρέτῳ καὶ ἀμετανοήτῳ γνώμῃ πεπρακέναι καὶ καταγεγραφηκέναι πρὸς πᾶσαν δεσποτείανδεσποτίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον Ποῦσι πρεσβυτέρῳ Μελιτιανῷ υἱῷ Α οἰκοῦντι ἐν τῷ εἰρημένῳ ὄρει τῷ καλουμένῳ Λάβλα τὸ ὑπάρχον αὐτῷ τῷ πωλοῦντι Εὐλογίῳ καὶ περιελθὸν εἰς αὐτόν, καθὼς διεβεβαιώσατο καὶ ἐνεγράψατο, τῷ ἰδίῳ ἑαυτοῦ κινδύνῳ καὶ τιμήματι, ἀπὸ δικαίων καὶ εὐλόγων αἰτιῶν, ἀκολούθως τοῖς προσοῦσιν αὐτῷ δικαίοις καὶ τῇ περὶ αὐτὸν ἀστασιάστῳ νομῇ καὶ δεσποτείᾳδεσποτίᾳ, ἐν τῷ εἰρημένῳ ὄρει τῷ καλουμένῳ Λάβλα, μοναστήριον ἐξ ὁλοκλήρου, ὅσων δʼ ἄν ἐστιν κελλίων, ἀνεῳγμένον εἰς ἀπηλιώτην, μετὰ τοῦ ἐν αὐτῷ ἁπλώματος ὄντος ἔμπροσθεν τῶν κελλίων, καὶ παντὸς δικαίου αὐτοῦ ἀπʼ ἐδάφους μέχριμέχρει παντὸς ὕψους, εἰς τὸ μηδὲν αὐτῷ τῷ πωλοῦντι Εὐλογίῳ ἐκεῖσε ὑπολελεῖφθαί τι ἄπρατον τὸ σύνολον, οὗ καί εἰσιν γείτονεςγίτονες, νότου τὸ ὄρος καὶ μοναστήριον τοῦ μακαρίου Ἀνδρέα πρεσβυτέρου, βορρᾶ μοναστήριον Νααραοῦ πρεσβυτέρου, ἀπηλιώτου τὸ ὄρος, λιβὸς ὁδὸς δημοσία, μεθʼ ἣν μοναστήριον Πέτρου διακόνου, καὶ ἀπέχειν αὐτὸν τὸν πεπρακότα Εὐλόγιον παρὰ τοῦ πριαμένου Ποῦσι τὴν συμπεφωνημένην πρὸς ἀλλήλους καὶ συναρέσασαν ὑπὲρ τοῦ αὐτοῦ καὶ πεπραμένου αὐτῷ παρʼ αὐτοῦ μοναστηρίου ἐξ ὁλοκλήρου τιμὴν πᾶσαν ἐκ πλήρους χρυσίου νομισμάτια δεσποτικὰ δόκιμα ὀκτὼ πλήρης καὶ ἀργυρίου μεγάλου μυριάδας χιλίας διακοσίας, χρυσίου νομισμάτια η πλήρης καὶ ἀργυρίου δηναριων μυριάδες Ασ , δοθέντας αὐτῷ παρʼ αὐτοῦ ἀπὸ χειρὸς εἰς χεῖρας ἐπὶ παρουσίᾳ τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων, πρὸς τὸτω ἀπὸ τοῦ νῦν τὸν πριάμενον Ποῦσιν κρατεῖν καὶ κυριεύειν τοῦ αὐτοῦ καὶ ἐώνηται μοναστηρίου ἐξ ὁλοκλήρου, ὅσων δʼ ἄν ἐστιν κελλίων, καὶ τοῦ ἔμπροσθεν αὐτῶν τῶν κελλίων ἁπλώματος, καὶ παντὶ δικαίῳ αὐτοῦ ἀπʼ ἐδάφους μέχρι παντὸς ὕψους, ὡς προγέγραπται, καὶ ἐξουσίαν ἔχειν διοικεῖν, οἰκονομεῖν, ἐπιτελεῖν περὶ αὐτοῦ, βελτιοῦν, φιλοκαλεῖν, καθελεῖν, ἀνοικοδομεῖν, μετασχηματίζειν, ἐν οἵᾳ βούλεται ὄψει καὶ διαθέσει, εἰς κληρονόμους καὶ διαδόχους παραπέμπειν, ἐκποιεῖν ἑτέροις καὶ ἀποχαρίζεσθαι καθʼ ὃν βούλεται τρόπον, ἀνεπικωλύτως. καὶ τὸν ἐπελευσόμενον ἢ ἀντιποιησόμενον τούτου ἕνεκεν ἢ μέρους χάριν παραχρῆμα ἀποστήσεινἀποστήσιν τὸν πεπρακότα Εὐλόγιον καὶ τοὺς αὐτοῦ κληρονόμους καὶ διαδόχους ἰδίοις αὐτῶν ἀναλώμασιν καὶ δαπανήμασιν, καὶ τὴν νομὴν καθαροποιήσεινκαθαροποιησαι τῷ τε πριαμένῳ Ποῦσι καὶ τοῖς αὐτοῦ κληρονόμοις καὶ διαδόχοις. εἰ δὲ μὴ τοῦτο ποίησουσινποίησωσιν, προσεκτείσεινπροσεκτισωσιν ἥνπερ εἴληφεν ὁ πεπρακὼς Εὐλόγιος καὶ ἐγγεγραμμένην τιμὴν διπλῆν καὶ πάντα τὰ ἀναλώματα καὶ δαπανήματα τὰ φανησόμενα γεγενημένα εἰς τὴν τούτου φιλοκαλίαν ἢ καὶ ἀνοικοδομίαν ἢ καὶ προφάσει αὐτοῦ ζημιώματα ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου, καὶ αὐτὰ πάντα διπλᾶ. ἡ πρᾶσις κυρία ἁπλῆ γραφεῖσα. καὶ ὑπέθετο ὁ πεπρακὼς Εὐλόγιος τῷ πριαμένῳ Ποῦσι εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν τῆσδε τῆς πράσεως πάντα αὐτοῦ τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, καθάπερ ἐκ δίκης. καὶ ἐπὶ τούτοις ἐπερωτηθεὶς παρʼ αὐτοῦ κατὰ πρόσωπον αὐτοῦ ὡμολόγησεν. Εὐλόγιος μονάζωνμονάδον υἱὸς Ἰωσὴπ ὁ προγεγραμμένοςπρωγεγραμμένος πέπρακα ἑκουσίᾳ γνώμῃ σοι Ποῦσι πρεσβυτέρῳ ΜελιτιανῷΜελειτιανῷ τὸτω ὑπάρχον μοι ἀπὸ δικαίωνδικαίον καὶ εὐλόγων αἰτιῶνἐτιο͂ν ἐν τῷ εἰρημένῳ ὄρειὄριτῷ καλουμένῳ Λάβλα τῆς ἈρσινοιτικῆςἈρσινωειτηκῆς ἐνορίαςἐνωρίας μοναστήριονμωναστηριν ἐξ ὁλοκλήρουὡλωκλήρου ἀνεῳγμένονἀνεογμενω εἰς ἀπηλιώτηνἀπιλιώτην, ὅσωνὥσον δʼ ἄν ἐστιν κελλίωνκελλείον, μετὰ τοῦ ἔμπροσθεν αὐτῶναὐτο͂ν ἁπλώματοςἁφλώματος καὶ παντὸς αὐτοῦ τοῦ δικαίου ἀπʼ ἐδάφους μέχρι παντὸς ὕψους, καὶ ἐπληρώθην παρὰ σοῦ διὰ χειρὸς τὴν τούτου τιμὴντημὴν χρυσίου νομισμάτια ὀκτὼὠκτὼ πλήρης καὶ ἀργυρίου μεγάλου μυριάδας χιλίας διακοσίαςδιακωσίας , δοθέντα μοιμου ἐπὶ παρουσίᾳπαρουσιαν τῶντον ἑξῆς ὑπογραφόντων μαρτύρωνμαρτύρον, καὶ συμφωνεῖσυμφονῖ μοι πάντα, ὡςὁς πρόκειταιπρόκιτε, καὶ ἀπέλυσα. Αὐρήλιος Φοιβάμμων υἱὸς Κυρίλλου ἀπὸ τῆς ἈρσινοειτῶνἈρσινοειτο͂ν πόλεωςπόλεος ἀξιωθεὶςἀξιοθὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντοςπαρώντος ἀγραμμάτου ὄντος. Αὐρήλιος Παῦλος υἱὸς Δαυεῖτ οἰνοπράτηςοἰνωπράτης ἀπὸἀπω τῆς Ἀρσινοιτῶν πόλεωςπωλες μαρτυρῶ τῇδε τῇ πράσειπρασιος καὶ τῇ δόσειδώσι τοῦ χρυσίου τῆς τιμῆς τῶν νομισματίωννωμισματίων ὀκτὼὀκτὼ καὶ τῶν τοῦ κέρματος μυριάδων χιλίων διακοσίωνδιακωσίων , ὡςὁς πρόκειταιπρώκιται. Αὐρήλιος Εὐλόγιος τοῦ Εὐφραντίου ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσειπράσι καὶ τῇ δόσειδόσι τοῦ χρυσίου τῆς τιμῆς τῶν νομισματίων ὀκτὼ καὶ τῶν τοῦ κέρματος τῶν μυριάδων χιλίων διακοσίων , ὡς πρόκειται. Αὐρήλιος Νεῖλος υἱὸς Φοιβάμμωνος γεωμέτρης ἀπὸ τῆς ἈρσινοιτῶνἈρσινωειτο͂ν πόλεως μαρτυρῶ τῇδε τῇ πράσειπράσι καὶ τῇ δόσειδώσι τοῦ χρυσίου τῆς τιμῆς τῶντον νομισματίωννομισματίον ὀκτὼὠκτὼ καὶ τῶντον τοῦ κέρματος μυριάδωνμυριάδον χιλίωνχιλίον διακοσίωνδιακωσίον , ὡςὁς πρόκειται. ΑὐρήλιοςὈρήλιος Ἄπα Ὃλ υἱὸς Ἑλλᾶ ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσειπράσι καὶ τῇ δόσειδώσι τοῦ χρυσίου τῆς τιμῆς τῶν νομισματίων ὀκτὼ καὶ τῶν τοῦ κέρματοςκέρματως μυριάδων χιλίωνχιλίον διακοσίωνδιακοσίον , ὡςὁς πρόκιται. Αὐρήλιος Εὐλόγιος υἱὸς Νειλαμμώνου οἰνοπράτης ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσειπράσι καὶ τῷ δόσειδώσι τοῦ χρυσίου τῆς τιμῆς τῶντον νομισματίων ὀκτὼ καὶ τῶντον τοῦ κέρματος μυριάδωνμυριάδον χιλίων διακοσίων , ὡς πρόκιται. di emu Eulogiu eprachthe. διʼ ἐμοῦ Εὐλογίου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.