no image
DDbDP-text
[FrA]
[…] ἀκροδρύοις καὶ ἐποικίωι καὶ παραδείσοις καὶ τοῖς συνκύρουσι πᾶσιν τὰ ὄντα ἐν τῆι Ἀρύββου ἐκάδι ἐν τῶι Κόνωνος
τοῦ δεῖνος κλήρωι κατὰ τὰς προυπαρχούσας γειτνίας πρὸς ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι καὶ ἐπίτιμον τὸ ἴσον, ἃς ἔφη ὁ Φίλιππος
[…]δανεισθῆναι τῶι Ἀμυνάνδρωι ἐπὶ τῶι Ἀριστώνακτος τοῦ Ἀρίστωνος Εὐρωπαίου ὀνόματι κατὰ συγγραφὴν γενομένην διὰ τοῦ
αὐτόθι χρεοφυλακίου ἐν τῶι ἑπτακαιδεκάτωι ἑκατοστῶι ἔτει μηνὸς Πανήμου, χρήσαντος αὐτῶι τὸ ὄνομα τοῦ Ἀριστώνακτος κατὰ
χρηματισμὸν[…]γεγενημένον ὑπὸ τοῦ Ἀριστώνακτος ἐν τῶι τρίτωι εἰκοστῶι ἑκατοστῶι ἔτει μηνὸς[…]
[…]ὡσαύτως δὲ καὶ ἀπαίτησιν καὶ κηρύκειον· ἀπέδοτο λύσιμα κατὰ τὸν νόμον[…]
παρόντων καὶ συμφωνούντων τοῦ συγγραφοφύλακος Ἡλιοδώρου λογευτοῦ καὶ μαρτύρων τοῦ δεῖνος καὶ τοῦ δεῖνος καὶ τοῦ δεῖνος
[…] ἐπρίατο Ἀντίγονος […]
[FrB,1]
[…]οδισιο[…]
[…]ενην
[…]σης
[FrB,2]
δ…[…]
η[…]
τ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.