no image
DDbDP-text
παρὰ Θεογένους. καθὼς ἀπογέγραψαι
ὑποκεῖται σοι ταῦτα τέλη πληρωτέα
εἰς τὸ ἥμισυ[…]…[…]ὅπως μὴ
πέσωσιν εἰς τὸ ἔγκημα διʼ ἐνεστώσης
τῆς λ τοῦ Χοίαχ πρὸ τοῦ τετελέσθαι αὐτὰ
τὰ τέλη. ἔτους … Χοίαχ κε
Θεογένης Πρωτάρχωι καὶ Ἰάσωνι χαίρειν.
τῆς ἐπιστολῆς, ἣν ἀντιγεγράφαμεν πρὸς
Θῶνιν τὸν ἐν τῶι Ὀξυρυγχίτηι βασιλικὸν
γραμματέα, πεπόμφαμεν ὑμῖν τὰ ἀντίγραφα. γινέσθω οὖν οὕτως. ἔτους ιδ θ Χοίαχ […]
Θεογένης Θώνει χαίρειν. ἔγραψας ἡμῖν
διαπορεῖν τί πρακτέον ἐστιν ὑπὲρ τῶν
τετιμημένων μὲν […]χ…[…]…υν
ἐκ προκαταλήψεως, μὴ διορθωμένων δὲ τὰ καθήκοντα τέλη καὶ τῶν ἀπογεγραμμένων
μέν, μὴ ἀπηντηκότων δʼ ἐπὶ τὴν διατίμησιν. ἐπεὶ οὖν ἐξ ὧν καὶ σὺ πρότερον ἐπέσταλκας καὶ παρʼ ἑτέρων προσπέπτωκεν ἡμῖν,
ἐνίοις συμβέβηκεν ἐμπεπτωκέναι εἰς ταῦτα διὰ τὸ τοὺς πλείστους γίνεσθαι πρὸς τῶι
σπόρωι, πρὸς μὲν τὴν τίμησιν καὶ τὴν καταβολήν, κρίνομεν ἔτι προνοῆναι ὅλας ἡμέρας λ,
ὥστε συντετελέσθαι πᾶσαν τὴν κατὰ τὸ πρόσταγμα οἰκονομίαν.[…] … […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.