no image
DDbDP-text
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ
τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου
Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου
αὐτοκράτορος ἔτους πέμπτου Φαῶφι
δωδεκάτῃ τετάρτης ἰνδικτίωνος †.
☧ Αὐρήλιος Παπνοῦθις υἱὸς
Βίκτορος ἐκ μητρὸς Εἰρήνης γεωργὸς
ἀπὸ …[…]του σχολαστικοῦ
[… ? lines lost …]
[…]ἐν οἴνῳ νέῳ
καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ
σοῦ πίθου χωρὶς κρίσεως καὶ
δίκης. εἰ δέ μὴ δώσω σοι τὸν οἶνον
τῶν κάδων διακοσίων τεσσαράκοντα
ὁμολογῶ διδόναι σοι ὑπὲρ τῆς
αὐτῶν τιμῆς χρυσοῦ νομισμάτια
τέσσαρα κινδύνῳ ἐμῷ καὶ τῆς
ἐμῆς ὑποστάσεως. τὸ γραμματεῖον
τοῦτο κύριον καὶ βέβαιον καὶ
ἐπερωτηθεὶς ὡμολόγησα.[…]
[… ? lines lost …]
[v]
† γραμματεῖον […] ε…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.