no image
DDbDP-text
Letter of Andron to Milon via APIS-papyrus
Letter from Andron to his brother Milon about money and wine. A private letter from Andron to his brother Milon, acknowledging a letter brought by Sanos and reporting on a pending payment of 20 drachmas and some wine that had not yet been obtained. It dates to 222 BC, probably from Apollonopolis. machine translation
Linked by Trismegistos ID
TM 5847.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἄνδρων Μίλωνι τῷ ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς ἐγὼ
θέλω· ὑγίαινον δὲ καὶ αὐτός. παραγενομένου Σανῶτος ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν,
ἣν ἀναγνοὺς ἐχάρην ἐπὶ τῶι με αἰσθέσθαι τὰ κατὰ σέ. ἐγὼ οὖν ἐπυνθανόμην τοῦ Σανῶτος,
εἴ τι βούλοιτο ἐν τοῖς καθʼ ἡμᾶς τόποις, ὁ δὲ ἐπῄνει μόνον, ἐπέταξεν δʼ οὐθέν. περὶ δὲ τῶν εἴκοσι
δραχμῶν οὔπω ἐκεκόμιστο Φίλων, Πιστοκλῆν γὰρ οὐχ εὑρήκειμεν. περὶ δὲ τοῦ οἰναρίου Πραξιάδης οὔπω εἰσελήλυθεν ἐξ ἀγροῦ, οὐκ οἶμαι δ αὐτὸν ἔχειν ἐξ ὧν ἡ μήτηρ αὐτοῦ ἀνήγγελλεν.
εὐχαριστήσεις οὖν μοι σαυτοῦ τε ἐπιμελόμενος καὶ μὴ ὀκνῶν γράφειν ἡμῖν καὶ τί ἄν σοι ποιοῦντες
χαριζοίμεθα.
ἔρρωσο ἔτους κε Μεσορεὶ ιη
[v]
Μίλωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.