Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.eleph.14

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ τοῖσδε πωλοῦμεν ἐφʼ οἷς οἱ κυρωθέντεςἀγοράσαντες διορθώσονται εἰς τὸ βασιλικὸν κατʼ ἐνιαυτὸν τῶν μὲν ἀμπελώνων τοὺς καθήκον τας ἀργυρικοὺς φόρους καὶ τὴν γινομένηνγενομένην ἀπόμοιραν τῆι Φιλαδέλφωι, τῆς δὲ γῆς τὰ ἐπιγεγραμμένα σιτικὰ ἐκφόρια καὶ εἴ τι ἄλλο καθήκει πρὸς τὴν γῆν δίδοσθαι, τάξονται δὲ τὰς τιμὰς τῶν μὲν πιπτόντων εἰς τὸ βασιλικὸν ἐπὶ τὴν βασιλικὴν τράπεζαν τῶν δὲ εἰς τὸ των ι τράπεζαν ἐν ἔτεσι γ, τῶν μὲν γερῶν τῆς πάσης τι μῆς τὸ τέταρτον μέρος χρυσίου ἢ ἀργυρίου τοῦ καινοῦ νομίσματος, τὸ δὲ λοιπὸν χαλκοῦ καὶ τὴν εἰθισμένην ἀλλαγὴν ὡς τῆι μνᾶι ιζ ὀ τῶν δʼ ἄλλων ἐνγαίων χαλκοῦ καὶ τὴν εἰθισμένην ἀλλαγήν, προσ διορθώσονται δέ καταγώγιον τῆι μνᾶι τριώβολον καὶ τὴν καθήκου σαν ἑξηκοστὴν καὶ κηρύκειον τοῦ παντὸς χιλιοστήν, ὁ δὲ πριάμενος τῶν μὲν γερῶν λήψεται τὰς γινομένας καρπείας ἅμα τῶι τὴν α ἀναφορὰν διαγραφῆναι τῶι βασιλικῶι, τῆς δὲ γῆς κυρι εύσει καὶ τῶν καρπῶν, ἐὰν ἦι ὑπὸ τῶν κυρίων κατεσπαρμένη· ἐὰν δὲ ᾖ μεμισθωμένη, διορθώσονται οἱ γεγεωργηκότες τὸ το ἐκφόριον τῶι ἀγοράσαντι ἐκ τῶν πρὸς τοὺς γεωρ γοὺς συνγραφῶν, τῆς δὲ τιμῆς τάξονται παραχρῆμα τὸ τέταρτον μέρος, τὸ δὲ λοιπὸν ἐν ἔτεσι γ ἀπὸ τοῦ κεεκ ἔτους τασσόμε νοι κατʼ ἐνιαυτὸν τοῦ Ἐπεὶφ καὶ Μεσορὴ τὸ ἐπιβάλλον σωμάτιον, ἔκ τε κτηνῶν καὶ σκευῶν παραχρῆμα τὴν πστὴν καὶ τὴν ἐνενηκοστὴνἐννενηκοστὴνπνεεννε κστν, κυριεύσουσιν δὲ καθʼ ἃ καὶ οἱ πρῶτον κύριοι ἐκέκτηντο· ἐξέσται δὲ τῶι βου λομένωι ὑπερβάλλειν, ἕως ἔτι ἐν τοῖς κύκλοις εἰσὶν ὅσωι ἂν βούληται, ὅταν δὲ ἀπὸ τῆς πράσεως γένωνται, τοῖς ἐπι δεκάτοις, μέχρι τοῦ τὴν α ἀναφορὰν διαγραφῆναι· τὰ δὲ πωλούμενα ἄπρατα ἐν ταῖς κατὰκὰ τὸ διάγραμμα ἡμέραις ϛ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.