no image
DDbDP-text
[r]
ὑπόμνημα
παρὰ Ξένωνος
Μίλωνι τῶι
παρʼ Εὐφρονίου
πράκτορι
ἱερῶν. ἐπειδὴ
Πινῦρις Ἐστφήνιος καὶ Πρηνέβθιος Ἰστφήνιος
καὶ Ψεντεὺς
μικρὸς ἀπολέγονται τὴν
γῆν τὴν οὖσαν ἐν Τμουνψώβθει τῆς
κάτω τοπαρχίας τοῦ Ἀπολλωνοπολίτου ἀρουρῶν λ,
ἧς τὴν πρώτην ἀναφορὰν
καταβεβλήκασιν δραχμὰς π, διὰ
τὸ δὲ μὴ ἰσχύειν αὐτοὺς καταβαλεῖν
τὰς λοιπὰς ἀναφοράς, ὃ γίνονται χαλκοῦ εἰς
κδ ὀβολοὺς δραχμαὶ διακοσίαι τεσσαράκοντα, ὑφίσταμαι
τάξασθαι
[v]
ἐπὶ τὴν βασιλικὴν
τράπεζαν ἐν ἔτεσιν
τρισὶν ποιούμενος τὴν
ἀναφορὰν
ἐν τῶι
καθήκοντι
χρόνωι.
ἔτους κε Ἁθὺρ βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.