Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.enteux.66

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι χαίρειν Μάρων Εὔκτου, Ἀργεῖος τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Θεοδοσίου τοῦ Ξανθοῦ, Λυκίου τῆς ἐπι γονῆς. τοῦ γὰρ υἱοῦ μου Εὔκτου μισθωσαμένου μετʼμεθʼ αὐτοῦ κοινῆι τόπον ψιλὸν ἐν Αὐτοδίκηι εἰς τὰ ϙθ ἔτη παρʼ Ἀρτέμωνος καὶ ἀπογενομένου πρὶν ἢ διελέσθαι τὸν κοινὸν τόπον, ἐπιβὰς ὁ Θεοδόσιος ᾠκοδόμησενὠικοδόμησεν ἑαυτῶι τοίχους οἰκήσεως, ἐγλεξάμενος τὸν βέλτιστον τόπον καὶ ἐξώτατον· μετὰ δὲ ταῦτα, διαιρέσεως γενομένης καὶ συγγρα φῆς τεθείσης διῃρῆσθαιδιειρῆσθαι ἴσως καὶ ὁμοίως, οὐ διῄρηταίδιείρηταί μοι δικαίως, ἀλλὰ παραλελόγισταί με καὶ τόπον τινάτνά μοι ἀχρεῖον καὶ στενὸν ἐπὶ μῆκος δέδωκεν, αὐτὸς δὲ ἐν τετραγωνισμῶι τὰ αὑτοῦ ἔχει. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἐπελθόντα ἐπὶ τὸν τόπον διελεῖν μοι ἴσως καὶ ὁμοίως, καὶ τὴν θύραν ἣν ᾠκοδόμηκενὠικοδόμηκεν ἐν τῶι ἐμῶι μέρει, ἡμιτέλεστον ἐπαναγκάσαι αὐτὸν εἰς τὸ αὑτοῦ μέρος ἀποστρέψαι, ἐπιβεβηκότα τέ μοι πήχεις ἑβδομήκοντα κατʼ ἐμβαδὸν δοθῆναί μοι ἀντʼ αὐτῶν εἴσοδον καὶ ἔξοδον ἕως ἐπὶ τὴν κοινὴν ἡμῶν ὁδόν, διὰ τὸ ἐσώτε ρὸν με ἀπερρίφθαι. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, ἔσομαι τοῦ δικαίου τετευχώς. εὐτύχει. Πυθιάδει. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή ἀπόστειλον πρὸς ἡμᾶς ἐκ τῆς ι τοῦ Χοίαχ ὅπως ἐπὶ τοῦ καθήκοντος δικαστηρίου διακριθῶσιν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Μάρων Εὔκτου πρὸς Θεοδόσιον περὶ εἰσόδου καὶ ἐξόδου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.