Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.enteux.8

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀριστόμαχος, Μακεδὼν τῶν Ἐτεωνέως, ὀγδοηκοντάρουρος κληροῦχος. ἀδικοῦμαι ὑπὸ Δάλλου. Ἀπολλοδώρου γάρ, ὃς ἐγράφετο Ναγιδεὺς τῶν Χρυσέρμου, πεντακοσίαρχος κληροῦχος, οἰκοδομήσαντος γυμνάσιον ἐν Σαμα ρείαι, οὗ καὶ ἐκεκληρούχητο, καὶ τοῦτο ἀνιερώσαντος αὐτοῦ, ἐφʼ οὗ ἐπιγραφῆς ἐστιν μέρος βασιλεῖ Πτολεμαίωι Ἀπολλόδωρος τὸ γυμνάσιον, τοῦ τε Ἀπολλοδώρου τελευτήσαντος καὶ καταλιπόντος ὑπάρχοντα, ὧν τὰ μὲν ἐν Ἀλεξ ανδρείαιἈλεξξανδρείαι, τὰ δʼ ἐν τῆι προειρημένηι κώμηι, καὶ Πολυκλείτου ὄντος κληρονόμου τῶν ὑπαρχόντων, λαμβάνω ἐγὼ καὶ ὑπέχω τὸ δίκαιον ὑπὲρ τοῦ Πολυκλείτου προεστηκὼς τῶν ἐν Σαμαρείαι καταλελειμμένων, κατὰ σύγκρισιν χρημα τιστῶν τῶν τὰ προσπίπτοντα κρινάντων ἐν τῶι Ἄλφα Λεωνίδου, Ἡγησιάνακτος οφίου, διὰ εἰσαγωγέως Ἡγη σίππου, τοῦ κ ἔτους κα. ἐμοῦ δὲ καὶ πρότερον μέν, πρὸ τῆς συγκρίσεως ταύτης προεστηκότος ἀποφω των αὐτῶν μετὰ τὸ τὸν Ἀπολλόδωρον τελευτῆσαι καὶ καθελόντος μου τὴν ἐπὶ τοῦ γυμνασίου ἐποικοδομημένην οἴκησιν συμπίπτουσαν, Ἀφθονήτου τοῦ στρατηγήσαντος χρηματίσαντος .ς καθαιρέσεως τοῦ ιϛ ἔτους διʼ ἐντεύξεως, καὶ τοῖς ἐπιπέδοις κριοὺς προσοικοδομήσαντος καὶ ἀντὶ τῶν καὶ ἄλλαις συντετριμμέναις ἐρείσματα ὑποθέντος τωι νυν ται φερομ ἐστιν ἐχόμενος τοῦ προθυρώματος ἐφʼ οὗ ἡ ἐπιγραφὴ συμπεσόντα ἀνοικοδομήσαντος ὅπως χουσα ἔρεισμα· ὡσαύτως δὲ καὶ μετὰ τὴν σύγκρισιν ἐπισκευάζοντός μου ἀεὶ τὰ πονοῦντα Πολυκλείτου κατὰ τὴν προειρημένην σύγκρισιν, Δάλλος καὶ ἡ λεγομένη αὐτοῦ γυνὴ ς τον ἐν αὐτῶι τῶι γυμνασίωι οὐθὲν προσηκον καὶ τῶι πο ἀκ ι διοικοῦσιν ἐμοῦ ύοντος αὐτοὺς ἐξοικισθῆναι καὶ διὰ μάρτυρας τετους σθήσεσθαι λέγων τὸ γυμνάσιον συναιρειν χρόνου αὐτῶι διεμαρτυρας δέομαι οὖν σου, βασιλεῦ, προστά ξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἀγαθοκλεῖ τῶι ἐπιστάτηι ἀποστεῖλαι τὸν Δάλλον ἐπʼ αὐτὸν ι ἐξοικισθῆναί τε καὶ προσαποτῖσαι τούτων γενομένων διὰ σὲ βασιλεῦ τὸν εὐτύχει. Ἀγαθοκλεῖ. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως κατὰ τοὺς νόμους τὸ δίκαιον λάβωσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Ἀριστόμαχος πρὸς Δάλλον περὶ οἰκημάτων.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.