no image
DDbDP-text
Incursion avec violences dans un isieion via HGV-meta
Linked by Trismegistos ID
TM 3355.
Each record below describes this same artifact or text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀμεννεῦς, ἰσιονόμος, καὶ Στοτοῆτις ἡ γυνή μου, κατοικοῦντες Ἀρσινόην τὴν ἐπὶ τοῦ χώματος, τῆς Θεμίστου μερίδος. ἀδικούμεθα ὑπὸ Τνεφερώυτος τῆς Πετοσίριος, κατοικούσης τὴν αὐτὴν ἡμῖν κώμην. τοῦ γὰρ ϛ ἔτους, Μεσορὴ κβ, ὡς δʼ αἱ πρόσοδοι, παραλαβοῦσα Θασῖν καὶ Θασῶνα καὶ Βαριν καὶ Θανῆσιν καὶ Ταθρῖπιν καὶ Ἀξίμαμα καὶ Ἕρμιππον καὶ Ποσειδώνιον, τοὺς Ἀξιμάματος υἱούς, καὶ εἰσελθόντες εἰς τὸ ὑπάρχον ἡμῖν ἰσιεῖον, τὸ ὂν ἐν τῆι προδεδηλωμένηι κώμηι, πληγάς τε ἡμῖν καὶ πλέους ἐνέβαλον, τύπτοντες εἰς ὃ ἂν τύχοιεν μέρος τοῦ σώματος· τῆς δὲ γυναικός μου Στοτοήτιος τῆς προγεγραμμένης ἐκπηδησάσης καὶ εἰσελθούσης εἴς τι οἴκημα τῶν ἐν τῶι ἰσιείωι καὶ διωκομένης ὑπʼ αὐτῶν Ἀξιμάματος τῶν προγεγραμμένων ἀπέκλισεν αὑτὴν κωνικῆι, ἡ δὲ Τνεφερῶς τὰ παιδία μου Στοτοήτιος ὄντα δύο ἐνέβαλεν εἰς κυψέλην· ἐγὼ δὲ κατέφυγον ἐπὶ τὸν βωμὸν καὶ ἐβόων ἀνθρώπουςἀθρώπους· παραγενομένων δὲ ἀνθρώπωνἀθρώπων τινῶν, καὶ ἐπιτιμών των αὐτοῖς, καταλιπόντες ἀπηλλάγησαν. ταῦτα δὲ συνετελέσαντο ἰσιείωι ευοντος καὶ συντελοῦντος τάς τε θυσίας καὶ σπονδὰς Ἀμεννεῦς πρὸς Τνεφορόν. ἔτους ε, Μεσορὴ κε. ὈνησάνδρωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.