no image
DDbDP-text
Détention arbitraire via HGV-meta
Linked by Trismegistos ID
TM 3214.
Each record below describes this same artifact or text from a different angle.
[1]
βασιλεῖ Πτολεμαίωι χαίρειν
Διονυσόδωρος. ἀδικοῦμαι
ὑπὸ τοῦ ἐν Κερκεσούχι δεσμοφύλακος.
διατρίβοντος γάρ μου μετὰ
Ἀπολλωνίου ἐμαυτοῦ οἰκείου,
καὶ ἐπιζητήσαντος αὐτοῦ
βυβλάριά τινα ἃ ἐδεδώκει μοι
φυλάσσειν, ταῦτα δέ μου οὐχ εὑρίσκοντος, προσπικρανθείς μοι
ἀξίωσεν Σπινθῆρα,
τὸν ἐν Κερκεσούχοις φυλακίτην, συνέχειν με. οὗτος δὲ
[2]
ἀπαγαγών με εἰς τὸ αὐτόθι δεσμωτήριον, εἶπεν τῶι δεσμοφύλακι
διʼ ἣν αἰτίαν συνέσχημαι
καὶ ἵνα, ἂν Ἀπολλώνιος συντάξηι,
ἀφῆι με. νυνὶ δὲ ἀναγήγοχέν με εἰς τὸ ἐν Κροκοδίλων πόλει δεσμωτήριον,
φάσκων εἶναί με κακουργὸν καὶ τοῦ Ἀπολλωνίου ἠξιωκότος αὐτὸν διέσθαι με, οὐ προσέσχηκεν. δέομαι οὖν σοῦ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.