no image
DDbDP-text
Loan of Seed via HGV-meta
Linked by Trismegistos ID
TM 10933.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ, μηνὸς Γερμανικείου Παχὼν θ,
ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Πωλίων Παιμέως μητρὸς
Ταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς
ἐτῶν λ οὐλὴ γαστροκνημίῳ ποδὸς δεξιοῦ Αὐρηλίῳ
Ἀγαθείνῳ Ἀγαθοῦ τοῦ Ἀλεξάνδρου ἀπὸ ἀμφόδου
Λινυφείων ἔχειν παρʼ αὐτοῦ ὁ Αὐρήλιος Πωλίων
χρῆσιν ἐν γένει λαχανοσπέρμου ἀρτάβας
τρεῖς, καὶ ἐπάναγκον ἀποδώσειν αὐτον τῷ
Αὐρηλίῳ Ἀγαθείνῳ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ιγ ἔτους
ἐν ἐποικίῳ Πισαεὶ μέτρῳ ἑνδεκαμέτρῳ
ἀνυπερθέτως, ἐγλογῆς οὔσης τῷ Αὐρηλίῳ
Ἀγαθείνῳ ἤτοι τὸ λαχανόσπερμον λαμβάνειν
εὐάρεστον ἢ τὴν ἐπὶ τοῦ καιροῦ ἐσομένην πλείστην
τιμήν, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ
ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐκ δίκης, μένοντος τῷ Ἀγαθείνῳ
τοῦ λόγου περὶ ὧν ἄλλων ὀφείλει αὐτῷ ὁ Πωλίων καθʼ ἃ ἔχει γράμματα· καὶἐπερωτηθεὶς ὡμολόγησεν.
[v]
……νοπ
σάκκου
λαχανοσπέρμου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.