no image
DDbDP-text
Sale of a Donkey via HGV-meta
Linked by Trismegistos ID
TM 10935.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ἑνδεκάτου Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ,
μηνὸς Σεβαστοῦ Θὼθ ιϛ, ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ
Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ
Μυσταρίων Ἥρωνος ὡς ἐτῶν
τεσσαράκοντα οὐλὴ δακτύλωι μικρῷ
χειρὸς ἀριστερᾶς Σαταβοῦτι
Πεκύσιος ὡς ἐτῶν τριάκοντα οὐλὴ
δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς
πεπρακέναι αὐτῶι ὄνον θήλειαν
πρωτοβόλον μυόχρουν ταύτην
τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν
τὸν Μυσταρίωνα παρὰ τοῦ Σαταβοῦτος
τὴν συνπεφωνημένην πρὸς
ἀλλήλους τιμὴν ἀργυρίου
δραχμὰς πεντήκοντα ἓξ
παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου
καὶ βεβαιώσειν πάσῃ βεβαιώσει.
Μυσθαρίων Ἥρωνος ὁμολογῶ πεπρακέναι τῷ
Σαταβοῦτι ὄνον θήλειαν
πρωτοβόλον ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὴν τιμὴν ἀργυρίου
δραχμὰς πεντήκοντα ἕξ ,
καὶ βεβαιώσω καθὼς
πρόκειται. ἔγραψεν ὑπὲρ
αὐτοῦ Ἡρακλείδης Ἡρακλείδου
μὴ εἰδότος γράμματα.
ἐντέτακται διὰ τοῦ ἐν Θεαδελφείᾳ γραφείου.
[v]
πρᾶσις Μυσταρίωνος
πρὸς Σαταβοῦν
ὄνου α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.