Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.fay.98

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Περιτίου ε Χοίαχ ε, ἐν Εὐημερείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Ἡρακλείδης Φιλαδέλφου ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἱερᾶς Πύλης ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ γόνατι ἀριστερῷ καὶ Νεῖλος Ἥρωνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Διονυσίου Τόπωνοπων ὡς ἐτῶν εἴκοσι πέντε ἄσημος Ταύριτατρι Ἁτρείους ὡς ἐτῶν πεντήκοντα ἀσημωι μετὰ κυρίου τοῦ ἀνδρὸς Πνεφερῶτος τοῦ Πνεφε ρῶτος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ πήχειπήχι ἀριστερῷ, ἀπέχεινἀπέχιν τοὺς ὁμολογοῦνταςὁμολογο͂ντας παρὰ τῆς Ταύρεως τὰ ἐνοίκια τοῦ διεληλυθότος ἑβδόμου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἧς κατοικεῖκατοικῖ αὐτῶν κοινωνικῆς οἰκίας ἐν κώμῃ Εὐημερείᾳ, καὶ μηδὲν αὐτοὺς μηδὲ τοὺς παρʼ αὐτῶν τῇ Ταύρι μηδὲ τοῖς παρʼ αὐτῆς ἐνκαλεῖν μηδὲ ἐπελεύσεσθαι περὶ ὧν ἀπέχουσι ὡς πρόκειται. ὑπογραφεὺς τῶν ὁμολογούντων Μύσθης Ἥρωνος ὡς ἐτῶν κ ἄσημος Ἡρακλείδης Φιλαδέ λφου καὶ Νεῖλος Ἥρωνος ὁμολογοῦ μεν ἀπέχεινἀπέχιν παρὰ τῆς Ταύρεως τὰ ἐνοί κια τοῦ διεληλυθότος ἑβδόμου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἧς κατοικεῖκατοικῖ ἡμῶν κοινωνικῆς οἰκίας ἐν κώμῃ Εὐ ημερείᾳ, καὶ οὐδὲν ἐνκαλοῦμεν κα θὼς πρόκιται. ἔγραψα ὑπὲρ αὐτῶν Μύ σθης Ἥρωνος μὴ εἰδότωνἰδοτος γράμματα. ἔτους ὀγδόου, μηνὶ Χοίαχ ε, διὰ Ἥρωνος τοῦ πρὸς τῷ γραφείῳγραφίῳ Εὐημερείας. ἀποχὴ ἐνοικίων ζ ἔτους Ταύρεως.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.