Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.flor.1.52

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ ατῶν αἰωνίων Αὐγούστων Αὐρήλιοι Ἰωάννης ος ὡς ἐτῶν οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ ὁ δεῖνα ὁμοπάτριος ἀδελφὸς ὡς ἐτῶν κθ οὐλὴ δακτύλῳ μέσῳ ἀριστερᾶς χειρὸς καὶ Εἰρην μος ὡς ἐτῶν κδ οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς καὶ Σερῆνος οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Αρατης Πα μητρὸς Εἰρήνης ὡς ἐτῶν οὐλὴ καὶ Σιλβανὸς Παχυμίου μητρὸς Ἑλένης ὡς ἐτῶν λγ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ ὁ δεῖνα τοῦ δεῖνος μητρὸς Θαήσιος ὡς ἐτῶν οὐλὴ ἀντίχειρι ἀριστερᾶς χειρὸς καὶ Ἰσίδωρος Πευῆτος τοῦ δεῖνος ὡς ἐτῶν οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Φῖβις ὡς ἐτῶν οὐλὴ δακτύλῳ μ καὶ ὁ δεῖνα ὡς ἐτῶν οὐλὴ δακτύλῳ παραμέσῳ ἀριστερᾶς χειρὸς καὶ μητρὸς Διοδώρας ὡς ἐτῶν μϛ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Ἰβόις ὡς ἐτῶν καὶ ἀμφότεροι πατρὸς Παθώτου μητρὸς Τβήσιος καὶ ος Α οὐλὴ δακτύλῳ παραμέσῳ ἀριστερᾶς χειρὸς προεστὼς ου καὶ ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς οἱ πάντες ἀπὸ κώμης τοῦ Ἑρμο πολείτου νόμου Αὐρηλίῳ Δωροθέῳ Σιλβανοῦ πολιτευομένῳ Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες εἰς ἔκτισιν ἔχεινἐχομεν σοι καὶ ὀφείλεινὀφι τὰ γεγενημένα βλάβη τοῦ ἐνπρισμοῦ τῶν σιτικῶν σου καρπῶν περὶ Σεσιὺ σίτου ἀρτάβας τριακοσίας καὶ ἀχύρου σιτινοῦ σφυρίδιασφυρίτια τριακοσία, γίνονται σιτου ἀρτάβαι τ καὶ ἀχύρου σφυρίδια τ· ἃς παραδώσομεν εὐτυχοῦς ϛ νέας ἰνδικτίονος ἀνυπερθέτως ἐν σίτῳ νέῳ καθαρῷ ἀδόλῳ ἀβόλῳ ααιωαω καὶ τὸ ἄχυρον νέον γινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης· τὸ γράμμα κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. καὶ ὀφείλομένὀφίλομέν σοι τὰ γεγενημένα βλάβη τοῦ ἐνπρισμοῦ τῶν σιτικῶν σου καρπῶν περὶ Σεσιὺ σίτου ἀρτάβας τριακοσίας καὶ ἀχύρουχριρουχριφου σιτίνου σφυρίδιασφυρίτια τριακοσία καὶ παραδώσομεν ὡς πρόκειται. Αὐρήλιος Εὐλόγιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων διʼ ἐμοῦ Δωροθέου ἐγράφη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.