Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.flor.1.81
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ξανθικοῦ Μεχεὶρ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος. προσεδάνεισεν Ἄρειος Σαραπίωνος Ἑρμαίου τοῦ καὶ Ἀρείου μητρὸς Τανέμεως ἙρμοπολίτηςἙρμοπολείτης ἀφῆλιξ ἀναγραφόμενος ἐπὶ Φρουρίου ἀπηλιώτου ὡς ἐτῶν ϛ μελίχρωςμελιχροω μετὰ κυρίου τοῦ ἑαυτοῦ πατρὸς Σαραπίωνος Ἑρμαίου τοῦ καὶ Ἀρείου ὡς ἐτῶν μϛ μέσου μακροπροσώπου εὐθύρινος οὐλὴ μετώπῳ μέσῳ Διοσκόρωι τῶι καὶ Ἑρμαίωι Ἁρπαησίωνος τοῦ Θέωνος μητρὸς Ἀρτεμεισίας τῆς καὶ Ταυμήσιος Ἐπιμάχου ἙρμοπολίτηιἙρμοπολείτηι ἀναγραφομένωι ἐπὶ Πόλεως λιβὸς Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν λ μέσωιμέσο μελίχρωτι μακροπροσώπωι εὐθύρινι οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἄλλας ἀργυρίου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς πεντακοσίας , ἃς ἀνῄρηταιἀνείρηται παρʼ αὐτοῦ διὰ τῆς Εὐδαίμονος τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους μέχρι τῆς ὑποκειμένης ἀποδόσεως μῆνας πέντε συναγομένων τοῦ τόκου δραχμῶν εἰκοσιπέντε πάσας ἐπʼ ὑποθήκῃ αἷς προυπέθετο αὐτῶι καθʼ ἑτέρας συνγραφὰς δανείων διὰ τοῦ ἐν Ἑρμοῦ πόλει ἀγορανομείουἀγορανομίου μίαν μὲν ἐπὶ τῶν ἐπαγομένων τοῦ διεληλυθότος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ· ἕτεραν δὲ ἐπὶ τοῦ Τῦβι μηνὸς τοῦ ἐνεστῶ τος ἔτους πρὸς τὰ διʼ ἑκατέρας ὀφειλόμενα χρέα μητρικαῖς αὐτοῦ γῆς τῶν περὶ αὐλὴν ἀρούραις πέντε ἡμίσει ἐν τῶι Πατεμεὶτ ἄνωἄνωι περὶ Μεννιν ἐκ τοῦ Φίλωνος Ὀναράσιος κλήρου ἐπὶ ταῖς οὔσαις γειτνίαις καὶ τόδε νυνὶνυνεὶ δανείον τὰς ἐπὶ τὸ αὐτὸ κεφαλαίου καὶ τόκου δραχμὰς πεντακοσίας εἰκοσιπέντε · ἀποδότωἀποδότωι ὁ Διόσκορος τῶι δεδανεικότι ἢ τοῖς παρʼ αὐτοῦ τῆι τριακάδι τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἕκτου ἔτους ἀργύριον δόκιμον νομιτευόμενοννομειτευόμενον ἀρεστόν· ἐὰν δὲ μὴ ἀποδοῖ τῆς προθεσμίας ἐνστάσης εὐθέως ἐξέστωἐξέστωι τῶι δεδανεικότι ἢ τοῖς παρʼ αὐτοῦ μὴ προσδεηθεῖσι ἀνανεώσεως ἢ διαστολικοῦ ἢ ἑτέρου τινὸς ἁπλῶς ταξαμένοις τὰ εἰς τὸ ἐνκύκλιον καθήκοντα τέλητεληι ἐπικαταβολὴν ποιήσασθαι τῶν ὑποτεθειμένων ἀρουρῶν πέντε ἡμίσους καὶ κτᾶσθαι τὸν δεδανεικότα καὶ τοὺς παρʼ αὐτοῦ ταύτας κυρίως ἀντὶ τῶν ὀφειλομένων καὶ ἐμβαδεύειν εἰς αὐτὰς καὶ καρπίζεσθαι καὶ διαμισθοῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτῶν κατʼ ἔτος περιεσόμενα εν ἅπαντα καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον μηδενὸς τῶι δεδανεισμένωι μηδʼ ἄλλοις ὑπὲρ αὐτοῦ περὶ τούτων ἐξ ὑστέρου καταλειπομένου λόγου ἢ παρευρέσεως. βεβαιούτωβεβαιούτωι δὲ ὁ δεδανείσμενος τήνδε τὴν ὑποθήκην πάσηι βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς, ἣν καὶ μὴ ἐξέστω αὐτῶι πωλεῖν μηδʼ ἑτέροις ὑποτίθεσθαι ἀρούρας μηδ ομν φCross-references (3)
- TM-Text 23582 primary
- DDbDP-Text p.flor;1;81 tier-1
- HGV-Text 23582 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.