no image
DDbDP-text
Corrispondenza heroniniana - Alypios via HGV-meta
Circular from Alypios to Heroninos on replanting vineyards. A circular letter from the estate owner Alypios to his stewards, here addressed to Heroninos at Thraso, ordering trenching and replanting of vineyards with Theban and white vine cuttings before pruning, under threat of penalty. It belongs to the Heroninos archive from Theadelphia in the Arsinoite nome, AD 265/266. machine translation
Linked by Trismegistos ID
TM 11005.
Each record below describes this same artifact or text from a different angle.
[r]
παρὰ Ἀλυπίου.
καιρός ἐστιν ἤδη τῆς τῶν ἔργων προνοίας. διὸ φροντίσατε ὅσοι
μὲν ἀντλητικὰ κτήματα ἔχετε ὀπτηθείσης ἤδη τῆς γῆς καὶ ἐπιδεχομένης σκαφητρὸν πρὸ τοῦ τέμειν ἀπωρυγίσαι πάντα τὰ χρῄζοντα πρὸς
τὸ μήδε ἕνα τόπον τῶν χωραφίων ἐνδεῆσαι ἀμπέλου. τὰ δὲ ἐπίπεδα ὁμοίως πρὶν τῆς τομῆς ἀπωρυγίσατε μὴ πρότερον τέμνοντες
ἢ μὴ πληρωθῶσιν οἱ ἐνδέοντες τούτων χοιραφίων τῆς ἀμπέλου.
ἐὰν δέ τις τούτων μου τῶν γραμμάτων παρακούσῃ οὐ συνοίσει αὐτῷ. συλλέξατε δὲ κλήματα Θηβαικὰ καὶ λευκὰ μὴ ἔλαττον παλαιστῶν
κ, εἴ τι δὲ μεῖζον ἢ πλέον οὕτω προνοήσατω. τὰ δὲ τεμνόμενα φυτὰ
εὐθέως εἰς ὕδωρ βαλλέσθω ἵνα μὴ ξηρανθῇ εἰδότες ὅτι καθʼ ἑκάστην
φροντίδα τῶν φυτευομένων τόπων σημειοῦμαι τὴν ἑκάστου φροντιστοῦ καὶ κτήματος τοποθεσίαν ἵνα εἴ τίς τι ἐμβάλοι παρὰ τὴν ἐμὴν
ἐγκέλευσιν ἤ τι ἀντὶ Θηβαικοῦ ἢ λευκοῦ κηπάδιον ἢ ἄλλο τι κλῆμα
ζημιώθῃ ζημίαν ἣν μὴ προσδόκα. ἐρρῶσθαί σε εὔχομαι
πολλά. σεσημείωμαι
Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ιγ Τῦβι
[v]
παρὰ Ἀλυπίου Ἡρωνείνῳ φροντιστῇ ΘρασώSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.