no image
DDbDP-text
Ricevuta di tasse via HGV-meta
Linked by Trismegistos ID
TM 36859.
Each record below describes this same artifact or text from a different angle.
Φλαούιος Φοιβάμμων Σερήνου σκρινιάριος τῆς δουκικῆς τάξεως διʼ ἐμοῦ Ταυρίνου σιγγουλαρίου τῆς ἡγεμονικῆς τάξεως καὶ ἐξπελλευτοῦ τῆς Ἀνταιοπολιτῶν τοῖς θαυμασιωτάτοις πρωτοκωμήταις κώμης Ἀφροδίτης. ἐδεξάμην καὶ ἐπληρώθην παρʼ ὑμῶν ὑπὲρ τοῦ λόγου τῆς βοηθείας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου δουκὸς κανόνος δευτέρας ἰνδικτίονος ὑπὲρ τῆς ὑμετέρας κώμης, τοῦτό ἐστιντουτέστιν χρυσοῦ κεράτια τεσσερακονταπέντε εὔσταθμα ζυγῷ· καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν, ὡς πρόκειται. Φλαούιος Φοιβάμμων σκρινιάριος Σερήνου διʼ ἐμοῦ Ταυρίνου σιγγουλαρίου στοι χεῖ μοι, ὡς πρόκειται. τὰ καταβληθέντα διὰ Ἰωάννου θαυμασιωτάτου ὑποδέκτου τῆς κώμηςὑπὲρ τῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.