no image
DDbDP-text
Mutuo di danaro via HGV-meta
Linked by Trismegistos ID
TM 19353.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πεντεκαιδεκάτου Φαρμοῦθι ε πεντεκαιδεκάτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. Αὐρηλία Εὐδοξία θυγάτηρ Φοιβάμμωνος μητρὸς Εὐλογίας χηρεύουσαχηρέουσα ἀπὸ ταύτης τῆς Ἑρμουπολιτῶν Αὐρηλίῳ Ἀγαπήτῳ τῷ θαυμασιωτάτῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Δαμιανοῦ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Εὐδοξία λεγομένη Ἀσία ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἐμὴν ἀναγκαίαν καὶ ἀπαραίτητον χρείαν διὰ χειρὸς ἐξ οἴκου σου κεφαλαίου χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἓξ ζυγῷ Ἑρμουπόλεως· γίνεται χρυσοῦ νομισμάτιον α παρὰ κεράτιαερ ϛ, ὅπερ σοι ἀποδώσω ὁπόταν βουληθῇς μετὰ τῆς αὐτοῦ παραμυθείας τοῦ κατὰ μῆνα κερατίου τετάρτου , χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, λογιζομένης ταύτης τῆς παραμυθείας ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Φαρμοῦθι πέμπτη τῆς αὐτῆς πεντεκαιδεκάτης ἰνδικτίονος, μέχρι ἀποδόσεως τοῦ αὐτοῦ χρέους, τὴν μὲν παραμυθείαν τῆς τούτου χρέους ἀποδόσεως μετὰ τῆς αὐτῆς παραμυθείας θι γενικων τοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.