no image
DDbDP-text
[r]
Φλαουίῳ Παύλῳ τῷ σοφωτάτῳ καὶ εὐκλεεστάτῳ σχολαστικῷ
καὶ παγάρχῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως, διὰ[…]
τοῦ εὐδοκιμοτάτου πιστικοῦ τῶν ἀγρῶν τῆς αὐτῆς πόλεως
Αὐρήλιος Γεώργιος ὁ καὶ Μουϊσαῖος πρεσβύτερος
υἱὸς Βίκτορος καὶ Πεκύσιος υἱὸς Ἰωσὴφ τοῦ […]
Πέλεκις, ἀμφότεροι γεωργοὶ ἀπὸ τῆσδε τῆς πόλεως, χαίρειν.
ὁμολογοῦμεν εἰληφέναι καὶ πεπληρῶσθαι καὶ δεδέχθαι
παρὰ τῆς ὑμετέρας εὐκλείας διὰ τοῦ αὐτοῦ εὐδοκιμωτάτου
ἀνδρὸς τὴν τιμὴν τοῦ δοθέντος παρʼ ἡμῶν χόρτου
χλωροῦ ἀρουρῶν πέντε ἐκ τοῦ ἀγροῦ […]
λόγῳ …μου…λα …αγριου…[…]
φυλῆς κορασινῶν θεῶν, καρπῶν τῆς σὺν θεῷ εἰσιούσης
πρώτης ἐπινεμήσεως εἰς πλῆρες, ὅ ἐστιν χρυσίου νομίσματα
δύο ἥμισυ ἀρίθμια· χρυσοῦ νομίσματα β 𐅵 ἀρίθμια· καὶ πρὸς ὑμετέραν
ἀσφάλειαν ταύτην πεποιήμεθα τὴν ἀπόδειξιν
κυρίαν οὖσαν. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. † Γεώργιος καὶ Πεκῦσις οἱ προκείμενοι
πᾶσι στοιχεῖ ἡμῖν ὡς πρόκειται. † † Δαμιανὸς υἱὸς τοῦ τῆς
μακαρίας μνήμης Θεοδωρακίου ἀπὸ τῆς Ἀρσινοιτῶν
πόλεως μαρτυρῶ τῇδε τῇ ἀποδείξει ὡς πρόκειται. †
† Ἀπολλῶς † πρεσβύτερος ἐκκλησίας τοῦἁγίου Στεφάνου υἱὸς τοῦ μακαρίου
Ἄπα Ὣρ μαρτυρῶ τῇδε τῃ ἀποδείξει ὡς πρόκειται. † † […]
σὺν θεῷ χορπ υἱὸς τοῦ μακαρίου[…]… μαρτυρῶ τῇδε τῇ ἀποδείξει
[v]
[…]… χλωροῦ γενομένη ὑπὸ Γεωργίου καὶ Πεκύσιος […] ἀγροῦ περι…ε… εἰς Φλαύιον Παῦλον τὸν σοφώτατον καὶ εὐκλεέστατον σχολαστικόνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.