no image
DDbDP-text
Hypomnêma sur une maison qui menace de s’effondrer via HGV-meta
Linked by Trismegistos ID
TM 20981.
Each record below describes this same artifact or text from a different angle.
Δημητρίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Τασιόνυτος τῆς καὶ Διονυσίας Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως καὶ Ἀμμωνίου Πάσειτος ἀπὸ τῆς μικρᾶς Ὀάσεως, τῆς δὲ Τασιόνυτος μετὰ κυρίου Δημητρίου Θέωνος τοῦ Θέωνος ἀπὸ τῆς Ὀξυρύγχων πόλεως. ὑπάρχει ἑκα τέρῳ ἡμῶν ἐπʼ ἀμφόδου Μητρῴου οἰκία συναφὴς τῇ ἑκατέρου· ἔχει δὲ ἐν γειτνίᾳγιτνίᾳ ἡμῶν Φίλων Διονυσίου καὶ Ἀπία Φερέμφιος σὺν τοῖς ἀδελ φοῖς Διονυτᾶτι καὶ Ταποντῶτι καὶ Ἀρσοῦτι Σαραπίωνος καὶ ΔημητροῦτιΔημητροῦς Διονυ σίου καὶ ΣαραπίωνιΣαραπίων Σαραπίωνος οἰκίαν, ἥτις διὰ πολυχρόνιον παλαίωσιν κινδυνεύει συνπεσεῖν· ὅθεν ὑφορώμενοι μὴ κίνδυνός τις ἡμῖνἡμεῖν καὶ τοῖς ἡμετέροις γένηται, ᾗ μάλιστα τῆς αὐτῆς οἰκίας φερούσης εἰς τὴν ἑκατέρου αὐλὴν, ἀξιοῦμεν μεταδοθῆναι αὐτοῖς τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον διʼ ὑπη ρέτου, ἵνʼ ἔχοντες ἔνγραπτον παρ αγγελίαν τὴν ἑαυτῶν οἰκίαν ἀσφα λίσωνται ἢ εἰδῶσι ὑπευθύνους αὐτοὺς ἐσομένους παντὶ τῷ συνοισομένῳσυνοησομένῳ κινδύνῳ καὶ τοῖς ἐπακολουθήσασι βλάβεσι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ α. Διονύσιος ὁ καὶ Σαρᾶς ὑπηρέτης με τέδωκα Ἀπίᾳ Φερέμφιος καὶ τῷ ἀδελφῷ αὐτῆς Διονυτᾶτι διʼ αὐ τῆς καὶ Φίλωνι Διονυσίου καὶ Ταποντῶτι καὶ Ἀρσοῦτι καὶ Δημητροῦτι καὶ Σαραπίωνι ἐνώπιος. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεῖρ νεομηνίᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.