Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.fouad.1.44

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀρχιδικαστῇ καὶ πρὸς τῆι ἐπιμελείαι τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων, παρὰ Διδύμης τῆς Διονυσίου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Ἐπιμάχου τοῦ ΛουκίουΛυκίου τῶν ἀπὸ τῆς αὐτῆς Ὀξυ ρύγχων πόλεως καὶ παρὰ Λουκίου Πομπηίου Λουκίου υἱοῦ φυλῆς Πολλία τῶν ἀπολελυμένων στρατιωτῶν ἐκ τῆς δευτέρας καὶ εἰκοστῆς λεγεῶνος. συγχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσ δε ὥστε πακληεω τῆς Διδύμης δάνειονδάμειον ἀργυρίου σεβαστοῦ καὶ πτολεμαικοῦ δραχμὰς κον αὐτὸν ἀντὶ τῶν τούτων τόκων ἐάσειν τὴν Διδύμην καὶ τοὺς παρʼ αὐτῆς ἐνοικεῖν ἐν τῶι ἐπι βάλλοντι τῷ Λουκίῳ μέρει πατρικῆς οἰκίας τῆς οὔσης ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει Σαραπείου ἐν λαύρᾳ Ἑρμαίου ἐπὶ χρόνον ἔτη ἀπὸ μηνὸς Σεβαστοῦ τοῦ ε ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, τῶν τῆς οἰκί ας δημοσίων κατὰ τὸ ἐπίβαλλον τῶι Λουκίωι μέρος ὄντων πρὸς τὴν Διδύμην, μὴ ἐξεῖναι δὲ τῶι Λουκίωι ἐκβάλλεινἐγβάλλειν τὴν Διδύμην καὶ τοὺς παρʼ αὐτῆς ἐντὸς τοῦ χρόνου· μετὰ δὲ τοῦτον ἀποδώσειν Λούκιον τῇ Διδύμῃ τὸ δάνειονδάμειον ἄτοκον· ἐὰν δʼ ἔν τινι παραβαίνῃ ἐκτίνειν αὐτὸν παραχρῆμα τὸ μὲν δάνειονδάμειον τὰς τοῦ ἀργυρίου δραχμὰς υ σὺν ἡμιολίᾳ καὶ τόκοις δραχμιαίοις ἑκάστης μνᾶς κατὰ μῆνα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ρ, τῆς πράξεως οὔσης παρά τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκἐγ δίκης. ἐὰν δὲ τοῦ χρόνου ἐνστάντος μὴ κομίση ται ἡ Διδυμη τὸ προκίμενον κεφάλαιον, κρατεῖν αὐτὴν καὶ κυρι εύειν τοῦ σημαινομένου μέρους τῆς οἰκίας καὶ διοικεῖν περὶ αὐ τοῦ ὡς ἐὰν αἱρῆται, χωρὶς διαστολῆς καὶ προσκλήσεως, μη δενὸς ἐξ ὑστέρου καταλειπομένου τῶι Λουκίωι λόγου, τοῦ περὶ τὴν οἰκίαν κινδύνου μὴ ὄντος πρὸς τὴν Διδύμην μηδὲ τὸν δανειοῦχονδαμειοῦκον. γείτονεςγίτονες δν τῆς οἰκίας ὅλης νότωι Ἀμόις, βορρᾷ Ἰσχυρᾶς, λιβεὶλιβὶ ῥύμη δημοσία, ἀπηλιώτῃ ῥύμη ἐν ᾗ ἐστιν ἱερὸν Ἑρμαίου. ἀξιοῦμεν. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ἐπαγομένων ε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.