no image
DDbDP-text
Ein Antrag an den defensor civitas via HGV-meta
Linked by Trismegistos ID
TM 20008.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Οὐιβίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων, Φαῶφι κη. Φλαυίῳ Ἑρμείᾳ συνδίκῳ Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Θαήσιος Πρόϊτος καταγεινομένης ἐν κώμῃ Φοβώου ε πάγου. γῆς μου πολλῷ χρόνῳ ὑποκλεπτομένης, ὑπὲρ ἧς ἐξ οἴκοθενὔκοθεν τὰ εὐσεβῆ τελέσματα ὑπομένω, ἀνήνεγκα περὶ ἀφορισμοῦ καὶ παραδόσεως ταύτης τῇ ἐπαρχικῇἐπαρχεικῇ ἐξουσίᾳ καὶ ἀκολούθως τοῖς προσταχθεῖσι παρεδόθη μοι ἀκολού θως προσφωνῇ Τιτόου γραμματέως τοῦ πάγου καὶ τῶν ει ου γεωμέτρου καὶ ἐκμισθωσαμένηἐκμισθοωμένη γεωργοῖς ἐπὶ τοῦ πάγουπαγον τὰτο τέλητέλει αὐτοῦ. οἵδε ἐπεσχέθησαν ὑπὸ Παρακλῆ καὶ Πτολλᾶ καὶ Θαήσιος Γαμράστου Παρακλῆ καὶ Παγσὶ Νεννώφριος, πάντων ἀπὸ τῆς αὐτῆς κώμης Φοβώου, καὶ ἐπελθόντες τοῖς γεωργοῖς πληγαῖς κατέκοψαν, ὅθεν αἰτιω μένη τούτοις τὰ βιβλία ἐπιδίδωμι, ἀξιοῦσα τὴν δέουσαν ἐπεξέλευσιν γενέσθαι καὶ ἐπαναγ κασθῆναι τούτους ἀποσχέσθαι τῆς ἡμετέρας γῆς πρὸς τὸ δύνασθαι καὶ ἐμὲκἀμὲ τὰ δημόσια τε λέσματα ἀποδιδόναι. Αὐρηλία Θαήσιος ἐπιδέδωκα. Αὐρήλιος Θέων Θέωνος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰ δυίαςἰδυειης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.