no image
DDbDP-text
βασιλευόντων Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ Πτολεμαίου τοῦ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς ἔτους τρίτου, ἐφʼ ἱερέως Φί λωνος τοῦ Κάστορος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ βασιλέως Πτολεμαίου Φιλομήτορος, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σιμαρίστης τῆς Εὐφράνορος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἑλένης τῆς Φιλοξένου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Περιτίου ἐννεακαιδεκάτηι Μεσορὴ ἐννεακαιδεκάτηι ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν ὁ δεῖνα τοῦ δεῖνος, ἑκατοντάρουρος Ἀδμήτωι τοῦ δεῖνος, τῆς δευτέρας ἱππαρχίας ἀπὸ τοῦ ἑαυτοῦ ἑκατονταρουρικοῦ κλήρου τοῦ ὄντος περὶ Ἀττινοῦ Ἰσιεῖον τῆς Ἡρα κλείδου μερίδος ἀρούρας τεσσαράκοντα πέντε, ε.τεσσαράκοντα πέντε, ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν πέντε. ἡ μίσθωσις ἥδε εἰς ἔτη τρία ἀπὸ τοῦ κατὰ τὸ τέταρτον ἔτος σπόρου, σπόρους τρεῖς, ἐκφορίου τοῦ παντὸς κατὰ μὲν τὸ πρῶτον ἔτος τῆς μισθώ σεως ς πυρῶν ἀρταβῶν τεσσάρων, κατὰ δὲ τὸν λοιπὸν χρόνον κατʼ ἄρουραν ἑκάστην καθʼ ἕκαστον ἔτος πυρῶν ἀρταβῶν υπέντε υ ἐπὶ τὰ τρία ἔτη, ἄσπερμον ἀκίνδυνον ἀνυπόλογον πάσης φθορᾶς. τῆς δὲ ἀβρόχου γῆςἀνυπόλογον πάσης φθορᾶς, ἥτις ἂν γένηται ἐν τῆι γῆι ταύτηι γενομένης, μὴ ἀπο τινέτω Ἄδμητος τὸ ἔλλειμμα.αποτινέτω βρεχείσηςβρεχήσεις δὲ τῆς γῆς κατασπειράτω καὶ καρπισάσθω τὴν γῆν ταύτην Ἄδμητος καθʼ ὥραν τοῖς ἰδί οις ἀναλώμασι σπέρματα ἑαυτῶιῶι παρέχων πλήρη τὰ ἐκφόρια ὑπολογη ἈδμήτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.