no image
DDbDP-text
βασιλευόντων Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ Πτολεμαίου τοῦ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς ἔτους[…], ἐφʼ ἱερέως τοῦ
ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν
καὶ βασιλέως Πτολεμαίου, Φιλομήτορος, ἀθλοφόρου Βερενίκης τῆς Εὐεργέτιδος τῆς οὔσης ἐν Ἀλεξανδρείαι, κανηφόρου Ἀρσινόης Φιλαδέλφου
τῆς οὔσης ἐν Ἀλεξανδρείαι, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῆς οὔσης ἐν Ἀλεξανδρείαι μηνὸς[…]
[…]ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ· ἐμίσθωσεν Ἀβλουθίεις τοῦ δεῖνος[…]
[…]Ἐρρεβαίωι τοῦ Ἐρρεβαίου Μακεδόνι[…]
[…]τὰς περὶ[…] τοῦ Ἀρσινοίτου νομοῦ γῆς ἀρούρας …, ὧν γείτονες …
[…]ἀπὸ τοῦ ἑαυτοῦ[…] κονταρουρικοῦ κλήρου ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν
[…]ἄνευ σπέρματος καὶ ἀνυπόλογον πάσης φθορᾶς πλὴν ἀβρόχου καὶ μετὰ κινδύνου, τὰ δὲ γεωργικὰ ἔργα πάντα τῆς γῆς ἐπιτελείτωἘρρεβαῖος.[…]
[…]ων ἐκ τοῦ ἰδίου. βρεχείσης δὲ τῆς γῆς κατασπειράτω καὶ καρπισάσθω
Ἐρρεβαῖος τὴν γῆν καθʼ ὥραν. τοῖς ἰδίοις ἀναλώμασιν σπέρματα ἑαυτῶιπαρέχων[…]
[…]καὶ παραστησάτω τοῖς ἰδίοις ἀναλώμασιν πλήρη τὰ προγεγραμμένα ἐκφόρια[…]
… ἔχει δὲ Ἀβλουθίεις παρὰ Ἐρρεβαίου πρόδομα εἰς τὰ προγεγραμμένα ἐκφόρια χαλκοῦ
νομίσματος ὀφθαλμοφανοῦς τάλαντα[…]δραχμὰς[…] χίλιας […] κοντα, ἃς καὶ ὁμολογεῖ εἰληφέναι …
… κατασπαρείσης δὲ τῆς γῆς, …
… λωτὸν ἐπισπειράτω Ἐρρεβαῖος[…] ἐπὶ […]
[…]τὸ ἐκφόριον ἀποτεισάτω[…]
[…] ἡμισείαι συναγέτω […]
[…]…τειν τὸ ε[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.