Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.gen.1.2ed.9
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ου κατοικούσῃ ἐν κώμῃ Φεβείχει τοῦ Ἡρακλεοπολίτου νομοῦ. ὁμολογῶ εἰληφέναι καὶ δεδα νεῖσθαι παρὰ σοῦ δάνειον ἔντοκον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς ἑξήκοντα καὶ λαχανοσπέρμου ἀρτάβας δέκα, γίνονται δραχμαὶ ξ καὶ λαχάνου ἀρτάβαι ι, κεφαλαίου τόκου δραχμιαίου ἑκάσ της μνᾶς κατὰ μῆνα ἕκαστον, καὶ διαφόρου τοῦ λαχάνου ἀρταβῶν τεσσάρων, γίνονται λαχάνου σὺν διαφόρῳ ἀρτάβαι ιδ, ἅπερ πάντα ἀποδώσω σοι τῷ μηνὶ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ, παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοί ων, πρασσούσῃ καθάπερ ἐκ δίκης, τὸ δάνειονδάνιον κύρι ον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακείμενον, μένοντός σοι τοῦ λόγου πρὸς ἐμὲ καὶ τὸν πατέρα μου περὶ ὧν ἄλλων ὀφείλομέν σοι δανείων, κυρίων καὶ βεβαίων ὄντων τῶν προτέρων γραμμάτων. καὶ ἐπερωτηθεὶς ὡμο λόγησα. ἔτους β Αὐτοκρατόρων Καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Παχὼν ια. Αὐρήλιος Ἀνουβᾶς δεδάνεισμαιδεδάνισμαι τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ λαχάνου σὺν διαφόρῳ ἀρτάβας δέκα τέσσαρας , καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος Οὐαλέριος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. κατοικούσῃ ἐν κώμῃ Φεβείχει τοῦ Ἡρακλεοπολίτου νομοῦ. ὁμολογῶ εἰληφέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ δάνειονδάνιον ἔντοκον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς ἑξήκοντα καὶ λαχανοσπέρμου ἀρτάβας δέκα, γίνονται δραχμαὶ ξ καὶ λαχανοσπέρμου ἀρτάβαι ι, κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον καὶ διαφόρου τοῦ λαχάνου ἀρταβῶν τεσσάρων, γίνονται λαχάνου σὺν διαφόρῳ ἀρτάβαι ιδ, ἅπερ πάντα ἀποδώσω σοι τῷ μηνὶ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων, πρασσού σῃ καθάπερ ἐκ δίκης, τὸ δάνειονδάνιον κύριον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς ἐν δη μοσίῳ κατακείμενον, μένοντός σοι τοῦ λόγου πρὸς ἐμὲ καὶ τὸν πατέρα μου περὶ ὧν ἄλλων ὀφείλομέν σοι δανείων, κυρίων καὶ βεβαίων ὄντων τῶν προτέρων γραμμάτων. καὶ ἐπερωτηθεὶς ὡμο λόγησα. ἔτους β Αὐτοκρατόρων Καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γ́αλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Παχὼν ια. Αὐρήλιος Ἀνουβᾶς δεδάνεισμαιδεδάνισμαι τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ λαχάνου σὺν διαφόρῳ ἀρτάβας δέκα τέσσαρας καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος Οὐαλέριος καὶ ὡς χρηματίζω ἔγρα ψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Cross-references (3)
- TM-Text 23600 primary
- DDbDP-Text p.gen;1.2ed;9 tier-1
- HGV-Text 23600a tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.