Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.genova.2.62
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἐπαφρόδειτος ἀπελεύθερος Ἀριστοκλέους τοῦ Ἀλεξάνδρου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Θέωνι Ἁρπαήσιος τοῦ Ἁρπαήσιος μητρὸς Τατρείφιος τῆς Θέωνος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς τριακοσίας πεντήκοντα ἓξ γίνονται ἀργυρίου δραχμαὶ τνϛ κεφαλαίου, αἷς οὐδὲν τῷ καθόλου προσῆκται, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Νέου Σεβαστοῦ, ὅνπερ εὐτάκτως χορηγήσω σοὶ κατὰ μῆνα· πρὸς δὲ τὴν τούτων ἀσφάλειαν ὑποτιθέναι σοὶ ἃς ἔχω τοῦ νίτρου ἑλληνικοῦ ἀρτάβας εἴκοσι τέσσαρας καὶ ἄλλου νίτρου ὁλκῆς τάλαντα τέσσαρα ἀποκείμενα ἐν οἴκῳ ἐπὶ ἀπηλιωτικῷ πυλῶνι τῆς Τααρπαήσιος οἰκίας ἐπʼ ἀμφόδου Νότου Κρηπεῖδος ὧν τῷ ἀριθμῷ κωλυθε οὗ οἴκου Τααρπαήσιος ἐπισφραγισθέντος τοῦ αὐτοῦ οἴκου ὑπʼ ἐμοῦ καὶ σοῦ· τὸ δὲ κεφάλαιον ἀποδώσω σοὶ τῇ τριακάδι τοῦ Γερμανικείου μηνὸς τοῦ ἐνεστῶτος δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Νεροῦα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ χωρὶς πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐξεῖναι σοὶ διὰ σεαυτοῦ ἀνοῖξαι τὸν οἶκον καὶ πωλεῖν τὸ νίτρον κατὰ τὴν πολιτευομένην τούτου τιμὴν καὶ μεταλαβεῖσθαι τὸ προκείμενον κεφάλαιον, τῆς πίστεως περὶ σὲ οὔσης τοῦ δε περὶ τὸ νίτρον κινδύνου ὄντος πρός τε τὸν τὸ λοιπὸν ἀποδώσω σοὶ χωρὶς ὑπερθέσεως ἢ εὑρησιλογίας, μεθʼ ἡμιολίας σὺν τοῖς τοῦ ὑπερπεσόντος χρόνου τόκοις, τῆς πράξεως σοὶ οὔσης ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένου ἐν τῇ πράξει ὧν ἄλλων ὀφείλω σοὶ καθʼ ἕτερα χειρόγραφα δύο ἐφʼ ὑποθήκῃ ἁλμυρίδος μηδὲ ὧν ἄλλων ὀφείλω σοὶ ἐν ἐνεχύροις κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι· ἔτους β Αὐτοκράτορος Καίσαρος Νεροῦα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ β Ἐπαφρόδιτος ἀπελεύθε ρος ἈριστοκλέουςἈριστοκλεύους ἔχω διὰ χειρὸςχιρὸς τὰς τοῦ ἀργυρίου δραχμὰς τριακοσίας πεντήκοντα ἓξ ἐφʼ ὑποθήκῃὑποθηκην νί τρου ἑλληνικοῦ ἀρτάβας εἴκοσι τέσσαραςτέσαρος καὶ ὁλκῆς τάλανταταλαντον τέσσαρατεσαρον καὶ ἀποδώσωἀποδόσω τῇ τριακάδι τοῦ μη νὸς Γερμανικείου τοῦ ἐνεστῶτοςἐνοστῶτος ἔτους β εὐτάκτωςεὐτακτησω τοῖς κατὰ μῆ να τόκοις μὴ ἐλαττουμένουἀλατουμένουτοῦ ΘέωνοςΘῶνος ἐν τῇ πράξειπράξι τῶντον ἄλλωνἄλον ὧνὁ͂ν ὀφείλωὀφίλω αὐ τῷ καθʼκα ἕτερα χειρόγραφαχιρόγραφα δύο ἐφʼἐμφʼ ὑ ποθήκῃ ἁλμυρίδοςἁρμυρίδος μηδὲμηδεν ὧνὑς ἄλλωνἀλοις ὀφείλωὀφιλο ἐν ἐνεχύροις ὡςὁς πρόκειται· ἔτουςἐτου δευτέρου ΑὐτοκράτοροςἈτοκράτορος Καίσαρος Νεροῦα ΤραιανοῦΤριαλιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἁθὺρ β β ἔτους Ἁθὺρ β γραμματεῖον ἘπαφροδείτουCross-references (3)
- TM-Text 15534 primary
- DDbDP-Text p.genova;2;62 tier-1
- HGV-Text 15534 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.