no image
DDbDP-text
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης
Θεῶν Ἀδελφῶν ἔτους ι μηνὸς Χοίαχ ια· ὁμολογεῖ
Μενέλαος ναύκληρος τοῦ Ζωπύρου οὗ ἀγωγὴ
Ε ἐφʼ οὗ κυβερνήτης Πετεορ…ις Σισόιτος Μεμφίτης
ἐμβεβλῆσθαι ἐπὶ γόμον παρὰ Θέωνος τοῦ παρὰ Νυσίου
σιτολόγου διʼ Ἀμμωνίου τοῦ παρʼ Ἀχοάπιος τοῦ
νομάρχου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν
ἀπὸ τῶν τοῦ ι ἔτους γενημάτων ἐκ Πεεντεχυ ἀπὸ
φορικοῦ πυροῦ ωα ϛ καὶ ἀπὸ ἱππικοῦ πυροῦ σγ γ
καὶ ἀγοραστοῦ πυροῦ τϙε 𐅵 γίνονται Αυ ἐκ Ταέμσεως ἀγοραστοῦ
πυροῦ σξγ δ ἐκ Τανασῶν ἀπὸ ἱππικοῦ πυροῦ ο γ η
καὶ ἀγοραστοῦ πυροῦ υμθ 𐅵 κδ γίνονται πυροῦ φκ· τὰς πάσας
πυροῦ Βρπγ δ· γίνονται πυροῦ δισχιλίας ἑκατὸν ὀγδοήκοντα τρεῖς
τέταρτον σὺν δείγματι σῖτον καθαρὸν καὶ ἄδολον
καὶ ἄκριθον κεκοσκινευμένον μέτρωι καὶ σκυτάληι
οἷς αὐτὸς ἐκόμισεν ἐξ Ἀλεξανδρείας.
ὁμολογεῖ Μενέλαος ναύκληρος τοῦ Ζωπύρου
[…]ς Ε ἐμβεβλῆσθαι πυροῦ ἀρτάβας δισχιλίας ἑκατὸν ὀγδοήκοντα τρεῖς τέταρτον γίνονται Βρπγ δ καὶ οὐθὲν ἐγκαλῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.