no image
DDbDP-text
Ehevertrag via HGV-meta
Linked by Trismegistos ID
TM 2796.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν
ἔτους ὀγδόου ἐφʼ ἱερέως Ἡρακλεοδώρου τοῦ Ἀπολλοφάνου Ἀλεξάνρου καὶ θεῶν
Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ
θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαραπιάδος τῆς Ἀπολλωνίου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς
Δημητρίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς
Περιτίου ἑπτακαιδεκάτηι Μεσορὴ ἑπτακαιδεκάτηι ἐν Κροκοδίλων πόλει
τοῦ Ἀρσινοίτου νομοῦ. ἀγαθῆι τύχηι. ἐξέδοτο ἑαυτὴν Ὀλυμπιὰς Διονυσίου
Μακέτα μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Διονυσίου Μακεδόνος τῆς δευτέρας ἱππαρχίας ἑκατονταρούρου Ἀνταίωι Ἀθηναίωι τῶν Κινέου τῆς δευτέρας ἱππαρχίας ἑκαντονταρούρωι εἶναι γυναῖκα γαμετὴν φερνὴν
προσφερομένην εἰς χαλκοῦ λόγον τάλαντα ἐνενήκοντα πέντε
καὶ παιδίσκην δούληναὐτῆς ἧι ὄνομα Στολὶς καὶ τὸ ταύτης παιδίον ὑποτίτθιον ἧι ὄνομα Α[…] χαλκοῦ ταλάντοις πέντε ὥστʼ εἶναι τὰ πάντα χαλκοῦ τάλαντα ἑκατόν. ἔστω δὲ Ὀλυμπιὰς παρὰ Ἀνταίωι πειθαρχοῦσα αὐτοῦ ὡς προσῆκόν ἐστιν γυναῖκα ἀνδρὶ κυριεύουσα μετʼ αὐτοῦ
κοινῆι τῶν ὑπαρχόντων, τὰ δὲ δέοντα καὶ τὰ ἔπιπλα καὶ τὸν ἱματισμὸν
καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῆι παρεχέτω Ἀνταῖος Ὀλυμπιάδι
ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ ἐξέστω
αὐτῶι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐπʼ Ὀλυμπιάδα μηδὲ παλλακὴν μηδὲ παιδικὸν ἔχειν μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς ζώσης Ὀλυμπιάδος μηδʼ ἄλλην οἰκίαν οἰκεῖν ἧς οὐ κυριεύσει Ὀλυμπιὰς μηδὲ ἐκβάλλειν μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτὴν μηδὲ τῶν ὑπαρχόντων
μηθὲν ἐξαλλοτριοῦν ἐπʼ ἀδικίαι τῆς Ὀλυμπιάδος. ἐὰν δέ τι τούτων ἐπιδειχθῆι ποιῶν ἢ τὰ ἔπιπλα ἢ τὸν ἱματισμὸν ἢτὰ ἄλλα μὴ παρέχηι αὐτῆι καθὰ
γέγραπται, ἀποτεισάτω Ἀνταῖος Ὀλυμπιάδι παραχρῆμα τὴν φερνὴν
ἡμιόλιον. κατὰ τὰ αὐτὰ μηδὲ Ὀλυμπιάδι ἐξέστω ἀπόκοιτον μηδὲ
ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Ἀνταίου οἰκίας ἄνευ τῆς Ἀνταίου γνώμης
[… ? lines lost …]
[column 2]
Ἀπολλώνιος Μακεδὼν τῶν
Κινέου τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουρος. μάρτυρες
Φίλιος Μακεδών, Δημοκρατίδης
Θεσσαλὸς οἱ δύο τῶν Κινέου
τῆς δευτέρας ἱππαρχίας,
Διογένης Κυρηναῖος τῶν
Διοδώρου τῆς α ἱππαρχίας οἱ τρεῖς
ἑκατοντάρουροι, Μηνόφιλος
Μακεδὼν τῶν πρότερον
Ἀριστονίκου τακτόμισθος,
Ἀλέξανδρος Ὡρίωνος Κρής,
Σαραπίων Ζωπύρου
Πέρσης οἱ δύο τῆς ἐπιγονῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.