no image
DDbDP-text
Pachtangebot auf Staatsland auf Grund eines Gnadenerlasses Kaiser Hadrians vom Jahre 117 via HGV-meta
Linked by Trismegistos ID
TM 19409.
Each record below describes this same artifact or text from a different angle.
ν ου τὴν Ἁδριανοῦ βεβαρημένος κωμογρ ς τυχών α κδ ἐπηντλημένης Σεβαστοῦ λ Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Βοβλιλοῦτος Βοβλιλοῦτος τῶν ἀπὸ κώμης Πώεως. παραγράφομαι βα σιλικῆς ἀνὰ ε ιβ ἀρούρης δ περὶ κωμογραμμα τείαν Πώεως, ἐξ οὗ μόνον σώζεται ἀρούρης η καὶ ὁμοίως περὶ τὴν αὐτὴν Πῶιν ἀνὰ β βασιλικῆς ἀνυπάρκτου ἀρούρης δ καὶ ὁμοί ως περὶ Τερῦθιν ἄλλο βασιλικῆς ἀνὰ β ἀρούρης δ. ἐπεὶ οὖν ὁ κύριος ἡμῶν Ἁδριανὸς Καῖσαρ Σεβαστὸς Γερμανικὸς Δακικὸς Παρθικὸς ἐκούφισεν τῶν ἐνχωρίων τὰ βάρη καθολικῶς διὰ προγράμμα τος, ἀξιῶ τοιούτου ὄντος τοῦ βάρους καὶ τῆς σῆς χρηστότητος δεομένου τοῦ μὲν ἀνὰ ε ιβ ἀρούρης η καὶ τοῦ ἀνὰ β ἀρούρης δ περὶ Πῶιν ἀνυπάρκτων ὄντων ἀπο λυθῆναι, τὸ δὲ λοιπὸν ἀνὰ ε ιβ η περὶ Πῶιν καὶ τὸ περὶ Τερῦθιν ἀνὰ β ἀρούρης δ ἐν τεῦθεν ὑπισχνοῦμαι γεωργήσειν ἐπὶ πυροῦ α κδ ἀρούρης δ η, ἵνʼ ὦ ἐκ τῶν τοῦ κυρίου ἐντολῶν προνοούμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.