no image
DDbDP-text
Fragment eines Briefes, die Familie des Apollonios betreffend via HGV-meta
Linked by Trismegistos ID
TM 19469.
Each record below describes this same artifact or text from a different angle.
ἄδελφε σου. ἀσπάζεταί σε Ἡραιδοῦς καὶ Ἡμου ήτης καὶ Ἑλένη καὶ Τινοῦτις καὶ ὁ πάπας αὐτῆς καὶ πάντες ἐν οἴκῳ καὶ ἡ μήτηρ τῆς γλυκυτάτης Ἡραιδοῦτος. τὰ περιστερίδι α καὶ ὀρνυθάρια, ἃ οὐκ ἤωθα ἔσθειν, πέμ ψον τῷ καθηγητῇ Ἡραιδοῦτος, ὃν παρεκάλεσε Ἑλένη ἡ μήτηρ Ἀπολλωνίου διὰ χερὸς ἔχειν Ἑρμαῖον τὸν υἱὸν αὐτῆς. ὅσα ποτὲ οὐκ ἔφαγον παρὰ σοῦ ἀφοσεστια ας, πέμψον τῷ καθηγητῇ τῆς θυγατρός μου, ἵνα φιλοπονήσῃ εἰς αὐτήν. ἐρρῶσθαί σε εὔχομαι. Χοίακ ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.